# Quaestiones in Octateuchum 302

Theodoretus, Quaestiones in Octateuchum, Page 302. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/302

χρωμένοις ἐπάγει πανωλεθρίαν εἰς διχόνοιαν τελευτῶσα. κοινῇ γὰρ τοῦ Γεδεὼν ἀνελόντες τοὺς παῖδας ὑπ' ἀλλήλων διώλοντο. XVIII Τί ἐστιν· «ἔσπειρεν αὐτὴν ἅλας»; Τὴν ἀκαρπίαν τοῦτο δηλοῖ· οὐδὲν γὰρ ἐξ ἁλῶν φύεται. ἐπισημήνασθαι δὲ δεῖ, ὅτι μικρᾶς ἀνακωχῆς ἀπολαύοντες εὐθὺς τοῖς εἰδώλοις ἐλάτρευον· «προσέθεντο, γάρ φησιν, οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἔναντι Κυρίου, καὶ ἐλάτρευσαν τοῖς Βααλεὶμ καὶ τοῖς Ἀσταρὼθ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωὰβ καὶ τοῖς θεοῖς Ἀμμὼν καὶ τοῖς θεοῖς τῶν ἀλλοφύλων». ἐπειδὴ δὲ ὀργισθεὶς ὁ Θεὸς ἐπέστησεν αὐτοῖς τὸν τῶν ἀμμανιτῶν βασιλέα, ἐβόησαν μὲν πρὸς τὸν σωτῆρα Θεὸν καὶ σφῶν αὐτῶν κατηγόρησαν, ὅτι τὸν εὐεργέτην καταλιπόντες, καὶ ἀληθινὸν Θεόν τε καὶ Κύριον, τοῖς ψευδωνύμοις ἐλάτρευσαν· εἶτα διελέγξας αὐτῶν ὁ φιλάνθρωπος Κύριος τὴν ἀχάριστον γνώμην, πολλῆς γὰρ πολλάκις ἀπολαύσαντες κηδεμονίας, τὴν τῶν εἰδώλων προετίμησαν θεραπείαν· καὶ ἀπειλήσας ὡς οὐδεμιᾶς αὐτοὺς ἀξιώσει κηδεμονίας. «οὐ προσθήσω, γάρ φησιν, ἔτι σῶσαι ὑμᾶς, βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς θεοὺς οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν». ἐπειδὴ τοίνυν καὶ τὰς οἰκείας ὡμολόγησαν παρανομίας καὶ μετέστησαν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν, καὶ ἐλάτρευσαν Κυρίῳ, τῆς παρ' αὐτοῦ βοηθείας ἀπήλαυσαν. XIX Τί ἐστιν· «εἴπατε δὴ σύνθημα»;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
