# Quaestiones in Octateuchum 305

Theodoretus, Quaestiones in Octateuchum, Page 305. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/305

Καὶ ἐντεῦθεν δῆλον, ὡς καὶ ἀναξίοις ὁ δεσπότης ἑτέρας χάριν οἰκονομίας τῆς θείας μεταδίδωσι δωρεᾶς. τοῦτο καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις δείκνυσιν ὁ σωτήρ· «πολλοί, γάρ φησιν, ἐλεύσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ ἐροῦσί μοι, Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ ἐρῶ αὐτοῖς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· οὐκ οἶδα τίνες ἐστέ». τοῦτο καὶ ἐνταῦθα πεποίηκεν ὁ δεσπότης Θεός. τῶν γὰρ ἀλλοφύλων ἐθελήσας καταλῦσαι τὸ κράτος, διὰ τῆς πνευματικῆς χάριτος ῥώμην αὐτῷ καὶ δύναμιν ἐδωρήσατο. διά τοι τοῦτο καὶ συνεχώρησεν αὐτὸν ἀλλόφυλον γῆμαι γυναῖκα. τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει· «καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν, ὅτι παρὰ Κυρίου ἐστίν, ὅτι ἀνταπόδομα αὐτὸς ζητεῖ ἀπὸ τῶν ἀλλοφύλων». τὸ δὲ «παρὰ Κυρίου ἐστὶν» οὐ τὴν ἐνέργειαν τὴν θείαν ἀλλὰ τὴν συγχώρησιν τὴν θείαν δηλοῖ. XXII Τί δήποτε καὶ ναζηραῖος ὤν, καὶ ὑπὸ τὸν νόμον τελῶν, ἔφαγε τὰ ἐν τῷ στόματι τοῦ λέοντος, καὶ νεκροῦ ὄντος, κατασκευασθέντα κηρία; Δηλοῖ καὶ τοῦτο τῶν τοιούτων νόμων οὐ πᾶσιν ἀναγκαίαν τὴν χρείαν. οὐδεὶς γὰρ τῶν τοὺς τοιούτους παραβεβηκότων νόμους εἰσεπράχθη δίκας· εἰ δέ τις ὑπείληφε τοῦτο πεπραχέναι τὸν Σαμψών, ὡς οὐκ ἀκριβῆ φύλακα τοῦ νόμου γεγενημένον, σκοπησάτω πάλιν, ὡς διψήσαντι νᾶμα δέδωκεν ὁ Θεὸς τὸ κοῖλον τῆς τοῦ ὄνου σιαγῶνος ἀναβλῦσαι κελεύσας. αὕτη δὲ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
