# Quaestiones in Octateuchum 306

Theodoretus, Quaestiones in Octateuchum, Page 306. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/306

κατὰ τὸν νόμον τριπλῆς μετεῖχεν ἀκαθαρσίας. καὶ γὰρ ζῶν ὁ ὄνος ἀκάθαρτος, καὶ νεκρὸς πάλιν ἀκάθαρτος καὶ τὸ φονικὸν γενόμενον ὄργανον καὶ χιλίους κατακοντίσαν τῶν ἀλλοφύλων, ἄλλην εἶχεν ἀκαθαρσίαν. ἀλλ' ὅμως ὁ τοῦ νόμου νομοθέτης ἐντεῦθεν αὐτῷ, καὶ οὐκ ἄλλοθεν, παρέσχε τὴν τοῦ ὕδατος χρείαν. ἀλλὰ τοῦτον τὸν ἀχείρωτον, τὸν ἀήττητον, ὃν πολλαὶ τῶν ἀλλοφύλων ἔφριξαν μυριάδες, ἑταιρικὸν ἐξηνδραπόδισε γύναιον. τοσοῦτον χαλεπώτερος τῆς ἐν πολέμοις παρατάξεως τῆς ἐπιθυμίας ὁ πόλεμος, τὸν γὰρ οὕτω γενναίως ἠριστευκότα καὶ διὰ τὰς ὑπερφυεῖς ἀνδραγαθίας πολυθρύλλητον γεγενημένον, δορυάλωτον ἀπέφηνεν ἡ ἡδονή, αὕτη καὶ τῆς θείας αὐτὸν ἐγύμνωσε χάριτος. «ἐξηγέρθη, γάρ φησι, Σαμψὼν ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ἐξελεύσομαι, καὶ ποιήσω καθὼς ἀεὶ καὶ ἀποτινάξομαι». καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ἀπέστη Κύριος ἀπ' αὐτοῦ· οὐ παντελῶς δὲ αὐτὸν καταλέλοιπεν ὁ φιλοικτίρμων Θεός, ἀλλ' ἰδὼν ἐπικερτομούμενον, ᾤκτιρε καὶ εὐξαμένῳ ἐπήκουσε καὶ τοσαύτην ἰσχὺν ἐχορήγησεν, ὡς μὲν κλονῆσαι τοὺς φέροντος κίονας τὸν τῶν εἰδώλων σηκὸν συγκατενεγκεῖν δὲ τούτοις τὸν ὄροφον καὶ τρισχιλίους ἄνδρας συγχῶσαι καὶ γυναικῶν πολλαπλασίονα ἀριθμόν. XXIII Πόθεν ὁ Σαμψὼν τοσαύτας ἀλώπεκας ἤγρευσεν; Ὄρος ἐστὶ παρ' αὐτοῖς πολλὰς ἀλώπεκας τρέφον· καὶ τοῦτο ἡ ἱστορία διδάσκει· «ἤρξατο, γάρ φησιν, ὁ ἀμορραῖος τοῦ κατοικεῖν ἐν τῷ ὄρει τοῦ μυρσινῶνος, οὗ οἱ ἄρκοι καὶ αἱ ἀλώπεκες».

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
