# Quaestiones in Octateuchum 307

Theodoretus, Quaestiones in Octateuchum, Page 307. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/307

XXIV Τί ἐστιν· «ἐποίησεν αὐτῷ Μιχὰ ἐφοὺδ καὶ θεραφίν»; Περὶ τοῦ ἐφοὺδ πολλάκις εἰρήκαμεν, ὅτι ὕφασμα ἦν ἱερατικὸν καὶ δι' αὐτοῦ ὁ Θεὸς τὸ πρακτέον ἐδήλου. τὸ δὲ θεραφὶμ τοιοῦτο τρόπον τι ἦν εἰδώλοις, ἀλλ' οὐ τῷ Θεῷ ἀνακείμενον. τοῦτο γὰρ καὶ ἐνταῦθα ἡ ἱστορία διδάσκει. «ἐποίησε, γάρ φησι, γλυπτὸν καὶ χωνευτόν». εἶτα ἐπάγει· «καὶ ἐποίησε Μιχὰ ἐφοὺδ καὶ θεραφὶμ καὶ ἔπλησε τὴν χεῖρα ἑνὸς τῶν υἱῶν αὐτοῦ καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα». τῆς δὲ λευϊτικῆς οὐκ ἦν οὗτος φυλῆς, ἀλλὰ τῆς τοῦ Ἐφραΐμ. ἐδίδαξε δὲ καὶ τὴν αἰτίαν τῆς παρανομίας. «ἐν ταῖς ἡμέραις, γάρ φησιν, ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ ἕκαστος τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει». τοσαύτης πρόξενος βλάβης ἡ ἀναρχία. XXV Τὰ ἑξῆς πολλὴν ἔχει ἀμφιβολίαν· «ἦν, γάρ φησι, παιδάριον ἐκ Βηθλεὲμ δήμου Ἰούδα, ἐκ συγγενείας Ἰούδα, καὶ αὐτὸς λευΐτης καὶ αὐτὸς παρῴκει ἐκεῖ». εἰ γὰρ λευΐτης, πῶς ἐκ συγγενείας Ἰούδα; Δῆμον Ἰούδα τὴν Βηθλεὲμ ὠνόμασεν· ὡς δὲ νομίζω, καὶ συγγένειαν Ἰούδα τὴν αὐτὴν προσηγόρευσε κώμην. εἰρήκαμεν δέ, ὡς τοῖς ἱερεῦσι καὶ λευΐταις ἴδιον κλῆρον οὐκ ἀφώρισεν ὁ Θεός, ἀλλ' ἐν ἁπάσαις αὐτοὺς διέσπειρε ταῖς φυλαῖς, ἵν' ἔχωσιν ἅπαντες τῆς εὐσεβείας τοὺς διδασκάλους. τοιγάρτοι καὶ οὗτος λευΐτης ὢν ᾤκει τὴν Βηθλεὲμ οὖσαν τοῦ δήμου καὶ τῆς συγγενείας Ἰούδα. εἰ δέ τις βεβιασμένην ταύτην ὑπείληφε τὴν ἑρμηνείαν, ἀναμνησθήτω τῶν ἤδη παρ' ἡμῶν εἰρημένων, ὡς ἐπεμίγησαν ἀλλήλαις

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
