# Quaestiones in Octateuchum 308

Theodoretus, Quaestiones in Octateuchum, Page 308. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/308

αἱ δύο φυλαί, ἥ τε βασιλικὴ καὶ ἡ ἱερατική. εἰκὸς δὲ τοῦτον λευΐτην μὲν εἶναι πατρόθεν, μητέρα δὲ ἐκ τῆς Ἰούδα ἐσχηκέναι φυλῆς. πολλὴ μέντοι τοῦ ἀνδρὸς ἡ παρανομία. πρῶτον γὰρ τοῦ Θεοῦ τὴν σκήνην ἐν τῇ Σιλὼμ πήξαντος, ἐν ἑτέρῳ παρὰ τὸν θεῖον νόμον ἐλειτούργει χωρίῳ. ἔπειτα χειροποιήτοις εἰδώλοις—τοῦτο γὰρ δηλοῖ «τὸ γλυπτὸν καὶ τὸ χωνευτόν»—, τὰς θυσίας προσέφερε. πρὸς δὲ τούτοις καὶ ἄλλην ἐτόλμα παράβασιν. ἱερᾶσθαι γὰρ τοὺς λευΐτας ὁ νόμος ἐκώλυε· τοῖς δὲ ἱερεῦσιν ἐκέλευσε λειτουργεῖν. τοιγαροῦν καὶ τοῦτον παρέβη τὸν νόμον ἱερατεῦσαι τολμήσας. ἀχάριστος δὲ καὶ περὶ τὸν τεθεραπευκότα γεγένηται· λαβὼν γὰρ τῆς ἀπάτης τὰ ὄργανα, τοῖς ἐκ τῆς Δὰν φυλῆς ἠκολούθησε, καὶ τῆς περὶ τὰ εἴδωλα πλάνης ἐγένετο πρόξενος. XXVI Τί ἐστιν· «ἐν κοιλάδι ἦν τοῦ οἴκου Ῥηχάβ»; Παρ' ἐκείνην, ὡς εἰκός, τὴν πόλιν ᾤκησεν ὁ Ῥηχάβ. αὕτη δὲ πάλαι μὲν Λαϊσὰ προσηγόρευται· πολιορκηθεῖσα δὲ ὑπὸ τούτων μετεκλήθη Δάν· νῦν δὲ Πανεὰς ὀνομάζεται. ἐνταῦθα μέντοι τοῦδε τοῦ λευΐτου τὸ γένος σαφῶς μεμαθήκαμεν. «Ἰωναθάν, γάρ φησιν, υἱὸς Μανασσῆ υἱοῦ Γηρσώμ, υἱοῦ Μωϋσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δάν, ἕως τῆς μετοικεσίας τῆς γῆς. καὶ ἔταξεν αὐτοῖς τὸ γλυπτὸν Μιχὰ ὃ ἐποίησε, πάσας τὰς ἡμέρας ὅσας ἦν ὁ οἶκος τοῦ Θεοῦ ἐν Σιλώμ». παρανόμως τοιγαροῦν ἱεράτευον, οὐ μόνον εἰδώλοις λατρεύοντες, ἀλλὰ καὶ ἱερατικὸν ἔργον τολμῶντες πληροῦν. λευΐται γὰρ ἦσαν, οὐχ ἱερεῖς· μόνον γὰρ τοῦ Ἀαρὼν τὸ γένος

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
