# Quaestiones in Octateuchum 309

Theodoretus, Quaestiones in Octateuchum, Page 309. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/309

ἱερατεύειν ὁ δεσπότης Θεὸς διηγόρευσε. καὶ νομίζω διὰ τὸ ἀλλόφυλον ἀγαγέσθαι γυναῖκα τὸν νομοθέτην, τοὺς ἐκ τούτου φύντας τοῖς λευΐταις συνταχθῆναι, καὶ οὐ τοῖς ἱερεῦσι προσέταξεν· ἵνα μὴ τὸ ἱερατικὸν ἀξίωμα καθυβρίζηται ὀνειδιζόμενον τὴν δυσγένειαν. εἰ γὰρ ἀδελφὸς καὶ ἀδελφὴ ταύτην τῷ νομοθέτῃ τὴν λοιδορίαν ἐπήνεγκαν, τί οὐκ ἂν ἐτόλμησαν οἱ περὶ τὸ στασιάζειν καὶ τυραννεῖν προχειρότεροι; οἱ γὰρ κατὰ τοῦ Ἀαρὼν θρασυνόμενοι, ὃς κόρην ἔγημεν ἐκ τῆς βασιλικῆς βεβλαστηκυῖαν φυλῆς, τί οὐκ ἂν ἔδρασαν κατὰ τῶν Μωϋσέως παίδων, ὃς μαδιηναίου καὶ εἰδώλων ἱερέως ἠγάγετο θυγατέρα; XXVII Τί δήποτε ζήλῳ κινηθεὶς ὁ Ἰσραὴλ καὶ τῆς συγγενείας τὴν εὐσέβειαν προτιμήσας ἡττήθη; Ὅτι ταῖς ὁμοίαις παρανομίαις ἐκέχρηντο, καὶ τὰς μὲν τῶν ἄλλων ἀκολασίας ἑώρων, παρεώρων δὲ τὰς οἰκείας. τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων». καὶ πάλιν· «λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ, ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ». τοῦτο καὶ οὗτοι

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
