# Quaestiones in Octateuchum 31

Theodoretus, Quaestiones in Octateuchum, Page 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/31

XXVII Οὐκοῦν εἶχον τὴν γνῶσιν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ πρὸ τῆς τοῦ ἀπειρημένου καρποῦ μεταλήψεως; Καὶ πῶς οἱόν τε ἦν τοὺς λόγῳ τετιμημένους καὶ κατ' εἰκόνα θείαν γεγενημένους, οὐκ ἔχειν διάκρισιν ἀγαθοῦ καὶ κακοῦ; πῶς δ' ἂν αὐτοῖς ἐτεθείκει νόμον τῆς δικαιοσύνης ἡ ἄβυσσος, ταύτην οὐκ ἔχουσιν ἐν τῇ φύσει τὴν γνῶσιν, μηδὲ γινώσκουσιν ὡς ἀγαθὸν μὲν τὸ φυλάξαι τὴν ἐντολήν, ὀλέθριον δὲ τὸ παραβῆναι; εἶχον οὖν ἄρα τὴν γνῶσιν· τὴν δὲ πεῖραν προσέλαβον ὕστερον. XXVIII Πῶς οὖν μετὰ τὴν βρῶσιν ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, πρὸ γὰρ τῆς βρώσεως ταύτην οὐκ εἶχον τὴν αἴσθησιν; Οὐδὲ τὰ κομιδῇ νέα παιδία ἐρυθριᾶν πέφυκε τῆς ἐσθῆτος γεγυμνωμένα· κατὰ βραχὺ δὲ τοῦ σώματος αὐξανομένου, καὶ τοῦ νοῦ λοιπὸν ἀρχομένου τὴν οἰκείαν φύσιν ἐπιδεικνύναι, οὐκέτι λοιπὸν φορητὴ τοῖς μειρακίοις ἡ γύμνωσις, ἀλλ' ἐρυθριῶσι καὶ περιβάλλονται, κἄν τις ἀφέληται τὴν ἐσθῆτα, ταῖς χερσὶ τὰ παιδογόνα καλύπτουσι μόρια· πολλῶν δὲ καὶ τὸ ἔθος ἀφαιρεῖται ταύτην τὴν αἰσχύνην· καὶ γὰρ οἱ ναῦται γυμνοὶ πλέοντες, καὶ οἱ λουόμενοι γυμνοὶ ὑπ' ἀλλήλων ὁρώμενοι, ταύτην ἐνταῦθα τὴν αἰσχύνην οὐκ ἔχουσιν· ἐὰν δέ τις ἔξω τῶν βαλανείων γυμνὸς ᾖ, λίαν ἐρυθριᾷ. οὕτω καὶ οἱ περὶ τὸν Ἀδὰμ εὐθὺς μὲν διαπλασθέντες, οἷα δὴ νήπιοι καὶ εὐθυγενεῖς καὶ τῆς ἁμαρτίας ἀμύητοι οὐκ ᾐσχύνοντο δίχα

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
