# Quaestiones in Octateuchum 312

Theodoretus, Quaestiones in Octateuchum, Page 312. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/312

QUAESTIONES IN RUTH I Τί δήποτε τὸ κατὰ τὴν Ῥοὺθ συνεγράφη διήγημα; Πρῶτον διὰ τὸν δεσπότην Χριστόν· ἐξ αὐτῆς γὰρ κατὰ σάρκα βεβλάστηκε. διὸ δὴ καὶ ὁ θειότατος Ματθαῖος τὴν γενεαλογίαν συγγράψων, τὰς μὲν ἐπ' ἀρετῇ πολυθρυλλήτους γυναῖκας κατέλιπε, τὴν Σάρραν καὶ τὴν Ῥεβέκκαν καὶ τὰς ἄλλας· τῆς δέ γε Θάμαρ ἐμνημόνευσε καὶ τῆς Ῥαὰβ καὶ τῆς Ῥούθ· καὶ μέντοι καὶ τῆς τοῦ Οὐρίου, διδάσκων ὡς πάντων ἀνθρώπων χάριν ὁ τοῦ Θεοῦ μονογενὴς ἐνηνθρώπησε καὶ ἰουδαίων καὶ τῶν ἄλλων ἐθνῶν καὶ ἁμαρτωλῶν καὶ δικαίων. ἡ μὲν γὰρ Ῥοὺθ μωαβῖτις, ἡ δέ γε Βερσαβεὲ παρανόμως συνήφθη τῷ βασιλεῖ. πόρνη δὲ καὶ ἡ Ῥαάβ, ἀλλὰ διὰ πίστεως τῆς σωτηρίας τετύχηκε· καὶ ἡ Θάμαρ δὲ ταύτῃ λαμπρύνεται. οὐ γὰρ ἀκολασίας ἕνεκα τῷ κηδεστῇ κεκοινώνηκεν· ἀλλ' ὁρῶσα μὴ βουλόμενον αὐτῇ συνάψαι τὸν παῖδα, ἔκλεψε τὴν γεωργίαν, ἵνα βλαστήσῃ τὴν εὐλογίαν. αὐτίκα γοῦν μετὰ τοῦτον τὸν σπόρον ἄλλον οὐκ ἐδέξατο σπόρον, ἀλλὰ τὴν ἀγαμίαν ἠγάπησεν. ἴδοι δ' ἄν τις καὶ τὴν Ῥοὺθ διὰ τὴν εὐσέβειαν, τοὺς μὲν γεγεννηκότας καταλιποῦσαν, ἀκολουθήσασαν δὲ τῇ πενθερᾷ. «εἶπε, γάρ φησιν, ἡ Ῥούθ· μή μοι

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
