# Quaestiones in Octateuchum 316

Theodoretus, Quaestiones in Octateuchum, Page 316. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/316

ἀλλὰ τῷ νόμῳ τὴν γαμικὴν διετήρησεν ὁμιλίαν. «εὐλογημένη, γὰρ ἔφη, σὺ τῷ Κυρίῳ, θύγατερ, ὅτι ἠγάθυνας τὸν ἔλεόν σου τὸν ἔσχατον ὑπὲρ τὸν πρῶτον, τοῦ μὴ πορευθῆναί σε ὀπίσω νεανιῶν, ἤτοι πτωχὸς ἤτοι πλούσιος». δεδήλωκας, φησί, δι' ὧν ἔπραξας, ὡς οὐκ ἐπιθυμίᾳ δουλεύσασα τοῦτο δέδρακας. ἢ γὰρ ἂν πρὸς τοὺς νέαν ἄγοντας ἡλικίαν ἐφοίτησας, οὐ πλοῦτον, οὐ πενίαν, ἀλλὰ μόνην λογιζομένη τῆς ἡδονῆς τὴν ἀπόλαυσιν. ἀλλ' ἐλήλυθας πρὸς ἄνδρα πατρός σου τάξιν πληροῦντα. τοῦτο γὰρ σημαίνει τὸ «θύγατερ». καὶ δὶς δὲ αὐτὴν οὕτω κέκληκε. «καὶ νῦν, θύγατερ, μὴ φοβοῦ· πάντα ὅσα ἂν εἴπῃς ποιήσω σοι. οἶδε γὰρ πᾶσα φυλὴ λαοῦ μου, ὅτι γυνὴ δυνάμεως εἶ σύ, καὶ ὅτι ἀληθῶς ἀγχιστεὺς ἐγώ εἰμι». οὐδείς μοι, φησίν, ἐπιμέμψεται· σύ τε γὰρ ἐπαινῇ παρὰ πάντων· κἀγὼ διὰ τὴν συγγένειαν, οὐ δι' ἀκολασίαν, τὸν γάμον ποιήσομαι. ἐπειδὴ δέ ἐστιν ἕτερος πλησιαίτερος συγγενής, ἐκείνῳ με δεῖ πρότερον διαλεχθῆναι, ἵνα εἰ μὲν ἕλοιτο, γήμῃ κατὰ τὸν νόμον· εἰ δὲ μὴ πείθοιτο κατὰ τὸν νόμον, ἐγὼ δή σοι τότε τὸν γαμικὸν ἐπιθήσω ζυγόν. τοσαύτη ἡ τοῦ ἀνδρὸς ἀρετή, ὅτι κόρης νέας εὐπρεποῦς νύκτωρ πρὸς αὐτὸν φοιτησάσης, τὴν σωφροσύνην ἐφύλαξε, καὶ τῷ νόμῳ τὸ πρᾶγμα τετήρηκε, καὶ οὐδὲ τῷ γάμῳ παρὰ τὸν νόμον προσέδραμεν, ἀλλὰ τῷ πλησιαιτέρῳ τοὺς περὶ τοῦ γάμου προσενήνοχε λόγους· εἶτα ἐκείνου παραιτησαμένου τὸν γάμον, τότε λοιπὸν τῇ ἀξιεπαίνῳ γυναικὶ συνηρμόσθη. ἀξιάγαστα δὲ αὐτοῦ καὶ τὰ πρὸς ἐκεῖνον ῥήματα. οὐ γὰρ πρώτους αὐτῷ τοὺς περὶ τοῦ γάμου προσενήνοχε λόγους, ἀλλὰ περὶ τῆς τῶν ἀγρῶν κτήσεως διελέχθη. ἔπειτα ἐκείνου τὸ συμβόλαιον ἀσπαστῶς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
