# Quaestiones in Octateuchum 318

Theodoretus, Quaestiones in Octateuchum, Page 318. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/318

χὴλ καὶ τῆς Λείας, κατὰ ταὐτὸν ἐμνημόνευσαν, καὶ ἐπήγαγον, «αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ἰσραήλ». τὸ δὲ «ποιήσαι δύναμιν ἐν Ἐφράθα καὶ ἔσται ὄνομα ἐν Βηθλεὲμ παρὰ πᾶσιν ἀνθρώποις ἀοίδιμον», τῆς δὲ Θαμὰρ ἐμνημόνευσαν, ἐπειδὴ κἀκείνη ἀλλόφυλος οὖσα τὸν Φάρες γεγέννηκεν, ἐξ οὗ Δαβὶδ ὁ βασιλεὺς κατάγει τὸ γένος, καὶ ὁ τοῦ Δαβὶδ ἀπόγονος, καὶ δεσπότης καὶ υἱὸς καὶ Κύριος. ἐκ ταύτης ὁ Ὠβὴδ ἐγεννήθη τοῦ Ἰεσσαὶ ὁ πατήρ, ὃς ἔφυσε τὸν Δαβίδ. τοῦτο τὸ βρέφος αἱ γυναῖκες προσενεγκοῦσαι τῇ Νοεμὶν ἔφασαν, «εὐλογητὸς Κύριος, ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστεύοντα καλέσαι τὸ ὄνομά σου ἐν Ἰσραήλ. καὶ ἔσται εἰς ἐπιστρέφοντα ψυχήν». τοῦτο δὲ κατὰ μὲν τὸ πρόχειρον νόημα, τὴν ἐκείνης ψυχαγωγίαν δηλοῖ· κατὰ δὲ τὴν ἀλήθειαν τῆς οἰκουμένης ἐπιστροφήν. ἐκεῖθεν γὰρ ἤνθησε τῆς οἰκουμένης ἡ σωτηρία.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
