# Quaestiones in Octateuchum 34

Theodoretus, Quaestiones in Octateuchum, Page 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/34

τοίνυν διὰ τοῦ ὄφεως διελέχθη τῇ Εὔᾳ· ἐπειδὴ γὰρ τῶν ἀλόγων ἁπάντων παρὰ τοῦ Θεοῦ τῶν ὅλων τὴν ἡγεμονίαν εἰλήφεισαν, δι' ἑνὸς αὐτῇ τῶν ὑπηκόων τὴν παγῖδα προσήνεγκε, πιθανωτέραν οὕτω τὴν ἀπάτην κατασκευάζων. ὅτι δὲ καὶ αὐτὸν τὸν διὰ τοῦ ὄφεως ἐνεργήσαντα ὄφιν ἡ θεία προσαγορεύει γραφὴ μάρτυς Ἠσαΐας ὁ προφήτης βοῶν· «τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν, τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν, τὸν σκολιὸν καὶ ἰσχυρόν, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν, τὸν φεύγοντα, τὸν ἐν τῇ θαλάσσῃ». καὶ ὁ Κύριος δὲ τοῖς ἱεροῖς εἴρηκε μαθηταῖς· «ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. XXXIII Τί ἐστι «διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο; Ὅτι καὶ πρὸ τῆς βρώσεως οὐ μεμυκότας εἶχον τοὺς ὀφθαλμούς, δῆλον τοῖς προσέχειν ἐθέλουσι· πῶς γὰρ εἶδεν ἡ γύνη τὸ ξύλον, ὅτι καλὸν εἰς βρῶσιν καὶ ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, εἰ μὴ ἀνεῳγότας εἶχον τοὺς ὀφθαλμούς; οὐκοῦν τὴν μετὰ τὴν ἁμαρτίαν αἴσθησιν οὕτω κέκληκεν ἡ θεία γραφή· εὐθὺς γὰρ μετὰ τὴν ἁμαρτίαν κεντᾶται τὸ συνειδός. XXXIV Τί δήποτε τοῦ διαβόλου τὴν ἀπάτην προσενεγκόντος ὁ ὄφις κολάζεται; Κυρίως μὲν τὴν ἀρὰν τῷ ἐνεργήσαντι προσενήνοχεν ὁ Θεός· ὄφις γὰρ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
