# Quaestiones in Octateuchum 35

Theodoretus, Quaestiones in Octateuchum, Page 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/35

κἀκεῖνος ὠνόμασται· οὐ ταύτην παρὰ τοῦ Θεοῦ τῶν ὅλων τὴν φύσιν δεξάμενος· ἀγαθὸς γὰρ ἐκτίσθη καὶ ταῖς ἀσωμάτοις συνεδημιουργήθη δυνάμεσιν· ἐπειδὴ δὲ ἑκὼν εἰς πονηρίαν ἀπέκλινε καὶ τῆς τιμῆς ἧς ἐξ ἀρχῆς ἔλαχεν ἐστερήθη καὶ εἰς τὴν γῆν ἀπερρίφη. καὶ αὐτὸ δὲ τὸ ζῷον εἰς ὄνησιν τῶν ἀνθρώπων ἐδέξατο τὴν ἀράν· ὁρῶντες γὰρ τὸν ὄφιν ἐπὶ τῆς γῆς συρόμενον τε καὶ ἰλυσσώμενον, τῆς ἀρχαίας ἀρᾶς ἀναμιμνησκόμεθα· καὶ μανθάνομεν ὡς ἡλίκων πρόξενος ἡ ἁμαρτία κακῶν, οὐ μόνον τοῖς ταύτην ἐνεργοῦσιν, ἀλλὰ καὶ τοῖς ὑπουργοῦσι. καὶ αὐτὸς μὲν ὁ ὄφις οὐδεμίαν ἐντεῦθεν δέχεται βλάβην, οὕτω βαδίζειν πεφυκώς· ἐν τῇ φύσει γὰρ ἔχει τὸ τοιόνδε τῆς κινήσεως εἶδος· οὐδὲν δὲ τῶν φυσικῶν φορτικὸν εἶναι δοκεῖ. ὁ δὲ ἄνθρωπος πολλὴν ἐντεῦθεν ὠφέλειαν καρποῦται. XXXV Διὰ τί δὲ τὸν ὄφιν ἐδημιούργησεν ὁ Θεός, ὄργανον αὐτὸν προειδὼς τῆς πονηρίας ἐσόμενον; Τοῦτο ἄν τις εἴποι καὶ περὶ τοῦ ἀνθρώπου· προῄδει γὰρ ὡς καὶ αὐτὸς τὴν ἐντολὴν παραβήσεται. ἄλλως τε ῥᾴδιον ἦν τῷ διαβόλῳ, καὶ δι' ἑτέρου θηρίου τὴν ἀπάτην προσενεγκεῖν. XXXVI Διὰ τί δὲ τὸν διάβολον ἐποίησεν εἰδὼς τοιοῦτον ἐσόμενον; Ὁ Θεὸς πᾶσαν τῶν ἀσωμάτων τὴν φύσιν ἐδημιούργησε, λογικὴν αὐτὴν καὶ ἀθάνατον ἀποφήνας· τοῦ λογικοῦ δὲ τὸ αὐτεξούσιον ἴδιον. τούτων δὲ οἱ μὲν τὴν περὶ τὸν ποιητὴν ἐφύλαξαν εὔνοιαν, οἱ δὲ εἰς πονηρίαν ἀπέκλιναν· τοῦτο δὲ καὶ ἐπὶ τῶν ἀνθρώπων ἔστιν εὑρεῖν· οἱ μὲν γάρ εἰσι τῆς ἀρετῆς ἐρασταί, οἱ δὲ τῆς κακίας ἐργάται. εἰ τοίνυν μέμφεταί τις τῇ τῶν πονηρῶν δημιουργίᾳ, ἀποστερεῖ ἄρα τῶν τῆς νίκης βραβείων τοὺς τῆς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
