# Quaestiones in Octateuchum 36

Theodoretus, Quaestiones in Octateuchum, Page 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/36

ἀρετῆς ἀθλητάς· εἰ γὰρ μὴ ἐν τῇ αἱρέσει τῆς γνώμης εἶχον τὸν πόθον τῆς ἀρετῆς, ἀλλὰ ἐμπεφυκὸς τὸ ἄτρεπτον, ἔλαθον ἂν οἱ ἀξιόνικοι τῆς εὐσεβείας ἀγωνισταί· ἐπειδὴ δὲ τὴν αἵρεσιν τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων ἔχει ἡ γνώμη, δικαίως καὶ οὗτοι τυγχάνουσι τῶν νικηφόρων στεφάνων κἀκεῖνοι δίκας τιννύουσιν ὑπὲρ ὧν κατὰ γνώμην ἐξήμαρτον. XXXVII Ἀγαθὸν τὸν Θεὸν ὀνομάζοντες, πῶς αὐτῷ περιάπτετε τοσαύτην ἀποτομίαν; ὠμότητος γὰρ καὶ ἀπηνίας, τὸ διὰ βρῶσιν ὀλίγην τοσαύτην ἐπενεγκεῖν τιμωρίαν, οὐ τοῖς ἡμαρτηκόσι μόνον, ἀλλὰ καὶ τοῖς ἐξ ἐκείνων βεβλαστηκόσι. Πρῶτον πεπεῖσθαι προσήκει τοὺς εὐσεβεῖν προαιρουμένους, ὡς πᾶν ὁτιοῦν ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενον ἢ κελευόμενον, καὶ ὅσιον καὶ δίκαιον καὶ ἀγαθὸν καὶ φιλάνθρωπον. εἰ γὰρ ταῦτα πάντα ἔχειν αὐτὸν ὁμολογοῦμεν, καὶ τᾶ ὑπ' αὐτοῦ οἰκονομούμενά τε καὶ προσταττόμενα χρὴ τοιαῦτα εἶναι νομίζειν. ἔπειτα εἰδέναι δεῖ, ὡς πᾶς νόμος, κἂν περὶ σμικρῶν τινων διαγορεύῃ τὴν ἴσην ἔχει δύναμιν τῷ τὰ μέγιστα κελεύοντι ποιεῖν ἢ ἀπαγορεύοντι δρᾶν· καὶ διαφερόντως πᾶς θεῖος νόμος. αὐτίκα γοῦν ὁ περιτέμνεσθαι κελεύων, οὐδεμίαν παραβαινόμενος τῷ πέλας ἐργάζεται βλάβην. ἀλλ' ὅμως ὁ νομοθέτης φησίν, ὅτι «πᾶς ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξολοθρευθήσεται». καὶ ἣν ὥρισε τοῖς ἀνδροφόνοις καὶ τοῖς μοιχοῖς τιμωρίαν, ταύτην καὶ τούτῳ ἐκλήρωσεν. Ἐπειδὴ δὲ εἰκὸς τοὺς δυσωνύμους αἱρετικοὺς ἄντικρυς τῇ παλαίᾳ πολεμοῦντας γραφῇ καὶ τοῦδε κατηγορῆσαι τοῦ νόμου, ἐκ τῆς εὐαγγελικῆς νομοθεσίας τὰς ἀποδείξεις ποιήσομαι· εὑρίσκομεν γὰρ ἐν ἐκείνοις τοῖς νόμοις τὸν λάγνως ὁρῶντα γύναιον μοιχείας κρινόμενον· καὶ τὸν εἰκῇ ὀργιζόμενον, ἔνοχον ὄντα τῇ κρίσει· τὸν δὲ ῥακὰ τὸν ἀδελφὸν ὀνομάζοντα, γρα-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
