# Quaestiones in Octateuchum 38

Theodoretus, Quaestiones in Octateuchum, Page 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/38

εἰς ἀσέβειαν καὶ παρανομίαν ἐσχάτην ἐξωκειλάντων, οὐ πανωλεθρίαν ἐπήνεγκεν, ἀλλὰ τὸν υἱὸν ἔδωκεν καὶ τὴν διὰ σταυροῦ καὶ πάθους ἐδωρήσατο σωτηρίαν; καὶ ταῦτα λέγω πρὸς τοὺς οἰομένους ὀργῇ τινι ταῦτα δεδρακέναι τὸν τῶν ὅλων Θεὸν καὶ ἀγνοοῦντας τὸ τῆς οἰκονομίας μυστήριον· δῆλον γὰρ οἶμαι τοῖς τὰ θεῖα πεπαιδευμένοις ὡς οὐδὲν ἐκ μεταμελείας ποιεῖν εἴωθε ὁ τῶν ὅλων Θεός· τοῦτο γὰρ δὴ τὸ πάθος ἴδιον τῶν τρεπτὴν ἐχόντων τὴν φύσιν, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρεσκομένων, καὶ τὸ μέλλον ἔσεσθαι παντάπασιν ἀγνοούντων. ὁ δὲ τῶν ὅλων Θεὸς ἄτρεπτον μὲν ἔχει τὴν φύσιν· οἶδε δὲ ὡς ἤδη γεγενημένα τὰ μήπω γεγενημένα· αὐτίκα γοῦν καὶ τὰ κατὰ τὸν Ἀδὰμ προορῶν καὶ προγινώσκων ὡς θνητὸς γενήσεται τὴν ἐντολὴν παραβάς, τοιαύτην αὐτοῦ καὶ τὴν φύσιν προκατεσκεύασεν· εἰς ἄρρεν γὰρ καὶ θῆλυ τοῦ σώματος ἐσχημάτισε τὴν διάπλασιν· τῶν δὲ θνητῶν, καὶ παιδοποιΐας δεομένων εἰς τὴν τοῦ γένους διαμονήν, ἡ τοιαύτη τῶν σωμάτων κατασκευή· ἡ γὰρ ἀθάνατος φύσις οὐ δεῖται τοῦ θήλεος· τούτου χάριν ὁ ποιητὴς ὁμοῦ τὸν τῶν ἀσωμάτων παρήγαγεν ἀριθμόν· τῶν δὲ θνητῶν ζῴων ἀνὰ δύο καθ' ἕκαστον ἐδημιούργησε γένος, ἄρσεν καὶ θῆλυ· καὶ τῆς αὐξήσεως αὐτοῖς τὴν εὐλογίαν ἐπήνεγκεν· «αὐξάνεσθε, γάρ φησιν, καὶ πληθύνεσθε»· οὕτω καὶ τὸν ἄνθρωπον διέπλασεν ἄρσεν καὶ θῆλυ καὶ τὴν αὐτὴν αὐτοῖς ἔδωκεν εὐλογίαν, «αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς». ταῦτα τοίνυν προορῶν ὁ τῶν ὅλων Θεός, οὐ μόνον αὐτοὺς οὕτω διέπλασεν, ἀλλὰ καὶ τὸν ἐπὶ τῆς βρώσεως αὐτοῖς δέδωκε νόμον· «ἰδού, γάρ φησι, δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς καὶ πᾶν ξύλον ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρ-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
