# Quaestiones in Octateuchum 39

Theodoretus, Quaestiones in Octateuchum, Page 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/39

ματος σπόριμον, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς· καὶ πάντα χόρτον χλωρὸν ὑμῖν δέδωκα εἰς βρῶσιν». ταῦτα γὰρ πρὸ τῆς ἐντολῆς πρὸς τὸν Ἀδὰμ ὁ τῶν ὅλων ἔφη Θεός· θνητῶν δὲ ἡ βρῶσις, ἀθάνατος γὰρ φύσις οὐ δεῖται τροφῆς. καὶ τοῦτο διδάσκων ὁ Κύριος ἔφη, ὅτι «μετὰ τὴν ἀνάστασιν οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς». οὐ τοίνυν ὀργῆς ἡ τιμωρία, ἀλλ' οἰκονομία σοφίας μεγίστης· ἵνα γὰρ μισῇ τὴν ἁμαρτίαν τῶν ἀνθρώπων τὸ γένος, ὡς αἰτίαν θανάτου γεγενημένην, μετὰ τὴν παράβασιν τῆς ἐντολῆς ἐπιφέρει τοῦ θανάτου τὴν ψῆφον ὁ πάνσοφος. τούτῳ μὲν τὸ περὶ τὴν ἁμαρτίαν μηχανώμενος μῖσος, προευτρεπίζων δὲ τῷ γένει τῆς σωτηρίας τὸ φάρμακον, τὸ διὰ τῆς τοῦ μονογενοῦς ἐνανθρωπήσεως, τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν ἀθανασίαν πραγματευσάμενον. τί δὲ ἀπηνὲς ἡ ἀπόφασις ἔχει, «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ»; ἀπὸ γῆς σε, φησίν, ἔπλασα, καὶ εἰς ἀμείνω πολλῷ μετεσκεύασα φύσιν· ἐπειδὴ δὲ φυλάξαι μου τὴν ἐντολὴν οὐκ ἐθέλησας, πρὸς τὴν προτέραν ἐπάνελθε φύσιν. ἀνθ' ὅτου δὲ σμικρὸν εἶναι δοκεῖ τὸ ἁμάρτημα; πάντων αὐτῷ τῶν φυτῶν ἐδεδώκει τὴν ἐξουσίαν, ἑνὸς δὲ μόνου τὴν ἐδωδὴν ἀπηγορεύκει. ὁ δὲ τὰ ἄλλα πάντα καταλιπών, τοῦτον καὶ πρῶτον καὶ μόνον ἐτρύγησε τὸν καρπόν· τοῦτο γὰρ αὐτῷ καὶ ὁ δεσπότης Θεὸς ἐμέμψατο· «τίς, γάρ φησιν, ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
