# Quaestiones in Octateuchum 40

Theodoretus, Quaestiones in Octateuchum, Page 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/40

τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες»; δεδήλωκε δὲ τοῦτο καὶ ὁ διάβολος δι' ὧν ἔφη τῇ Εὔᾳ· «τί ὅτι εἶπεν ὁ Θεός, οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ»; εἰ δὲ εἶδεν ἐδηδοκότας, οὐκ ἂν ᾠήθη περὶ πάντων αὐτοὺς τῶν δένδρων εἰληφέναι τὴν ἐντολήν. οὐ σμικρὰ τοιγαροῦν ἡ παράβασις· πρώτου γὰρ μετέλαβον οὗ μόνου μὴ μετασχεῖν ἐκελεύσθησαν. XXXVIII Τίνος ἕνεκα τοῦ Θεοῦ εἰρηκότος, «ᾗ δ' ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου θανάτῳ ἀποθανῇ», οὐκ εὐθὺς ἀπέθανε τὴν ἐντολὴν παραβάς; Ἐναντία αὕτη κατηγορία· πρὸ βραχέος γὰρ ἀπηνῆ τὸν Θεὸν ἀποκαλοῦντες, νῦν αὐτοῦ φιλανθρωπίαν κατηγορεῖτε· ὑμνεῖν δὲ μᾶλλον ἐχρῆν, ἀλλ' οὐ κατηγορεῖν τῆς ἀγαθότητος τοῦ Θεοῦ. εἴωθε γὰρ μείζονα μὲν ἀπειλεῖν, ἐλάττους δὲ τῶν ἀπειλῶν τὰς τιμωρίας ἐπάγειν· καὶ τοῦτο πολλαχῇ ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ γραφῇ· ἐνταῦθα μέντοι τὸν τῆς θνητότητος ὅρον ὠνόμασε θάνατον· οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσεν «ᾗ δ' ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, θνητὸς ἔσῃ». μετὰ γὰρ δὴ τὴν θείαν ἀπόφασιν, καθ' ἑκάστην, ὡς ἔπος εἰπεῖν, ἡμέραν τὸν θάνατον προσεδέχετο· οὕτως οἱ πεπιστευκότες τῷ δεσπότῃ Χριστῷ, καὶ σφαττόμενοι, ζῶσι προσμένοντες τὴν ἀνάστασιν καὶ τὴν τῶν οὐρανῶν βασιλείαν. «τῇ γὰρ ἐλπίδι ἐσώθημεν». XXXIX Τοὺς χιτῶνας τοὺς δερματίνους τί νοητέον; Οἱ μὲν ἀλληγορηταὶ τὴν θνητὴν σάρκα φασὶ τὰ δέρματα· ἄλλοι δέ τινες

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
