# Quaestiones in Octateuchum 42

Theodoretus, Quaestiones in Octateuchum, Page 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/42

XLI Εἰ ἐλυπήθη ὁ Κάϊν μὴ δεχθέντων τῶν παρ' αὐτοῦ προσενεχθέντων, δῆλον ὅτι μετεμελήθη· τῶν γὰρ μεταμελουμένων ἡ λύπη. Ἠνίασεν αὐτὸν οὐχ ἡ αὐτοῦ πλημμέλεια, ἀλλ' ἡ τοῦ ἀδελφοῦ εὐπραξία· τοῦτο γὰρ καὶ ὁ Ἀκύλας ᾐνίξατο· ἔφη δὲ οὕτως· «καὶ ὀργίλον τῷ Κάϊν σφόδρα, καὶ ἔπεσε τὸ πρόσωπον αὐτοῦ. καὶ εἶπε Κύριος πρὸς Κάϊν εἰς τί ὀργίλον σοι»; XLII Ποῖον σημεῖον ἔθετο τῷ Κάϊν ὁ Θεός; Αὐτὸς ὁ τοῦ Θεοῦ ὅρος σημεῖον ἦν, κωλύων αὐτὸν ἀναιρεθῆναι· καὶ αὐτὸς δὲ τῶν μελῶν ὁ κλόνος ἐπίσημον αὐτὸν καὶ δῆλον εἰργάζετο. XLIII Τίνα ὁ Κάϊν ἔσχε γυναῖκα; Δῆλον ὅτι τὴν ἀδελφήν· οὐκ ἦν δὲ τοῦτο τηνικαῦτα κατηγορία, οὐδενὸς ἀπαγορεύοντος νόμου. ἄλλως τε οὐδὲ οἷόν τε ἦν ἄλλως αὐξηθῆναι τὸ γένος· ἠβουλήθη δὲ ὁ Θεὸς ἐξ ἑνὸς ἀνδρὸς καὶ μιᾶς γυναικὸς ἅπαντα συστῆσαι τῶν ἀνθρώπων τὰ ἔθνη· πρῶτον ἵνα τὸ ταὐτὸν τῆς φύσεως γινώσκωσιν, ὡς ἐξ ἑνὸς ζεύγους βεβλαστηκότες· ἔπειτα καὶ εἰς ὁμόνοιαν συνάπτωνται, ὡς ἐκ μιᾶς ῥίζης ἠνθηκότες. εἰ γὰρ καὶ τούτων παρὰ τοῦ Θεοῦ τῶν ὅλων πρυτανευθέντων μυρίαι τολμῶνται σφαγαί, τί οὐκ ἂν ἔδρασαν εἰ ἐκ διαφόρων βεβλαστηκέναι πατέρων ᾠήθησαν; τούτου χάριν ἕνα μὲν ἐκ τῆς γῆς διέπλασεν ἄνδρα, ἐκ δὲ τούτου μίαν ἐδημιούργησε γυναῖκα·

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
