# Quaestiones in Octateuchum 44

Theodoretus, Quaestiones in Octateuchum, Page 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/44

τὴν ἐσομένην ἀνάστασιν· ὁ γὰρ κατὰ τόνδε τὸν βίον τῶν τῆς ἀρετῆς μὴ τετυχηκὼς ἀντιδόσεων, δῆλον ὡς ἐν ἑτέρῳ τούτων ἀπολαύσεται βίῳ. XLVI Τί δή ποτε τοῦ Ἀδὰμ ἡμαρτηκότος Ἄβελ ὁ δίκαιος ἐτελεύτησε πρῶτος; Σαθρὸν ἠβουλήθη γενέσθαι τὸν τοῦ θανάτου θεμέλιον· εἰ γὰρ Ἀδὰμ πρότερος ἐτελεύτησεν ἔσχεν ἂν ἐκεῖνος ἰσχυρὰν τὴν κρηπῖδα, πρῶτον νεκρὸν τὸν ἡμαρτηκότα δεξάμενος· ἐπειδὴ δὲ τὸν ἀδίκως ἀνῃρημένον ἐδέξατο πρῶτον, σφαλερὸν τὸ θεμέλιον ἔχει. XLVII Τίνας υἱοὺς τοῦ Θεοῦ κέκληκεν ὁ Μωϋσῆς; Ἐμβρόντητοί τινες καὶ ἄγαν ἠλίθιοι ἀγγέλους τούτους ὑπέλαβον, τῆς οἰκείας ἴσως ἀκολασίας ἀπολογίαν σχήσειν ἡγούμενοι, εἰ τῶν ἀγγέλων τοιαῦτα κατηγοροῖεν. ἔδει δὲ αὐτοὺς ἀκοῦσαι τοῦ Θεοῦ τῶν ὅλων λέγοντος· «οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἕκατον εἴκοσι ἔτη»· καὶ συνιδεῖν ἐντεῦθεν, ὡς οὔτε σάρκας ἔχει τῶν ἀσωμάτων ἡ φύσις, οὔτε χρόνῳ ῥητῷ περιωρισμένην ἔχουσι τὴν ζωήν· ἀθάνατοι γὰρ ἐκτίσθησαν. καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν· «ἰδών, γάρ φησι, Κύριος ὁ Θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τᾶς ἡμέρας καὶ ἐνεθυμήθη ὁ Θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ εἶπεν ὁ Θεός· ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίη-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
