# Quaestiones in Octateuchum 45

Theodoretus, Quaestiones in Octateuchum, Page 45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/45

σα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ, ὅτι ἐνεθυμήθην ὅτι ἐποίησα αὐτούς». καὶ τῷ Νῶε πάλιν ἔφη· «καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐτῶν· καὶ ἰδοὺ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν». ταῦτα δὲ πάντα ἀνθρώπους εἶναι δηλοῖ, τοὺς τὸν παράνομον βίον ἠγαπηκότας. εἰ δὲ ἄγγελοι ταῖς τῶν ἀνθρώπων ἐπεμίγησαν θυγατράσιν, ἠδίκηνται μὲν οἱ ἄνθρωποι παρὰ τῶν ἀγγέλων· βίᾳ γὰρ δηλονότι τὰς τούτων θυγατέρας διέφθειραν· ἠδίκηνται δὲ καὶ παρὰ τοῦ πεποιηκότος Θεοῦ, ὑπὲρ ἀγγέλων λελαγνευκότων αὐτοὶ κολαζόμενοι. ἀλλὰ ταῦτα οὐδὲ αὐτὸν οἶμαι φάναι τολμῆσαι τὸν τοῦ ψεύδους πατέρα· διὰ πολλῶν γὰρ ἐδίδαξεν ἡ θεία γραφὴ καὶ ἀνθρώπους ἡμαρτηκέναι καὶ κατ' ἀνθρώπων ἐξενηνέχθαι τὴν θείαν ψῆφον· ποιεῖ δὲ τοῖς πολλοῖς τὴν ἄγνοιαν τὸ παρέργως ἀναγινώσκειν τὴν θείαν γραφήν· εἰρηκὼς γὰρ ὁ συγγραφεύς, ὅπως ἐκ μὲν τοῦ Ἀδὰμ ὁ Σὴθ ἐγεννήθη, ἐκ δὲ τοῦ Σὴθ ὁ Ἐνώς, προσέθηκεν, «οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ». ὁ δὲ Ἀκύλας οὕτως τοῦτο ἡρμήνευσεν· «τότε ἤρχθη τοῦ καλεῖν ἐν ὀνόματι Κυρίου»· αἰνίττεται δὲ ὁ λόγος, ὡς διὰ τὴν εὐσέβειαν οὗτος πρῶτος τῆς θείας προσηγορίας τετύχηκε καὶ ὑπὸ τῶν συγγενῶν ὠνομάσθη Θεός· ὅθεν οἱ ἐκ τούτου φύντες υἱοὶ Θεοῦ ἐχρημάτιζον· ὥσπερ δὴ καὶ ἡμεῖς ἐκ τῆς τοῦ δεσπότου Χριστοῦ προσηγορίας χριστιανοὶ καλούμεθα. εἰ δέ τις ταύτην οὐ δέχεται τὴν διάνοιαν, διὰ τὸ τὸν Ἀκύλαν οὕτως ἡρμηνευκέναι, ἀκουσάτω τοῦ Θεοῦ διὰ Δαβὶδ τοῦ προφήτου λέγοντος· «ἐγὼ εἶπα, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες». καὶ «ὁ Θεὸς ἔστη ἐν συνα-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
