# Quaestiones in Octateuchum 47

Theodoretus, Quaestiones in Octateuchum, Page 47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/47

μετ' ἐπιμελείας καὶ σπουδῆς παρανομίαν. τοῦτο γὰρ δηλοῖ τὸ «πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας»· οἱ μὲν γὰρ δυσχεραίνοντες τῆς ἁμαρτίας τὴν προσβολήν, ἡττώμενοι δὲ διὰ τὴν τοῦ νοῦ ῥαθυμίαν τῇ πονηρίᾳ, εἶθ' ὕστερον ἀλγοῦντες καὶ στένοντες, ἔχουσί τινα μετρίαν ἁμῆ γέ πῃ παραίτησιν· οἱ δὲ εἰς ἀκολασίαν καὶ πονηρίαν παντάπασιν ἀποκλίνοντες, καὶ δοῦλον τῶν παθῶν τὸν λογισμὸν ἀποφαίνοντες, ὥστε καὶ προσεπινοεῖν ἑτέρας κακίας ἰδέας, καὶ τοῦτο οὐχ ἅπαξ ἢ δίς, ἀλλὰ παρὰ πάντα τὸν βίον, ποίας ἄξιοι συγγνώμης; ποία δὲ κόλασις οὐ σμικρὰ τοῖς οὕτω σφᾶς αὐτοὺς ἐκδεδωκόσιν εἰς ὄλεθρον; XLVIII Τίνας καλεῖ γίγαντας ἡ θεία γραφή; Τινές φασι τοὺς ἔτη πολλὰ βεβιωκότας· τινὲς δὲ τοὺς θεομισεῖς καὶ ἀντιθέους ἀνθρώπους. οἱ δὲ ταῦτα οὕτω νενοηκότες οὔ φασι τούτους μείζονα τῶν ἄλλων ἀνθρώπων σώματα ἐσχηκέναι. ἐγὼ δὲ ὅταν ἀκούσω τῆς θείας γραφῆς λεγούσης περὶ τοῦ Ἐνὰκ ὅτι «ἀπόγονος ἦν τῶν γιγάντων», καὶ περὶ τοῦ Ὢγ ὅτι «ἡ κλίνη αὐτοῦ ἦν σιδηρᾶ, ἐννέα πήχεων τὸ μῆκος καὶ τεσσάρων πήχεων τὸ εὖρος», καὶ ὅτι οὗτος «ἐκ τῶν ῥαφαῒν ὑπελείφθη»· καὶ τῶν κατασκόπων διηγουμένων ὅτι «ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες», καὶ τοῦ Θεοῦ βεβαιοῦντος τοὺς λόγους καὶ λέγοντος ὅτι «παραδέδωκά σοι τὸν ἀμορραῖον, οὗ τὸ ὕψος ἦν ὡς κέδρου, καὶ ἰσχυρὸς ἦν ὡς δρῦς», καὶ περὶ τοῦ Γολιὰδ ὅτι «τεσσάρων πήχεων καὶ σπιθαμῆς τὸ μῆκος εἶχεν», ἡγοῦμαι γεγενῆσθαι τινὰς παμμεγέθεις ἀνθρώπους. τοῦ Θεοῦ καὶ τοῦτο σοφῶς πρυτανεύσαντος, ἵνα

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
