# Quaestiones in Octateuchum 48

Theodoretus, Quaestiones in Octateuchum, Page 48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/48

γνῶσιν ὡς οὐκ ἀσθενῶν ὁ δημιουργὸς τοσοῦτον τοῖς ἀνθρώποις ἀπένειμε μέτρον· ῥᾴδιον γὰρ ἦν αὐτῷ καὶ μείζους δημιουργῆσαι, ἀλλὰ τὸν τύφον ἐκκόπτων καὶ τὴν ἀλαζονείαν κωλύων, μέγιστα τοῖς ἀνθρώποις οὐκ ἔδωκε σώματα. εἰ γὰρ ἐν σμικροῖς σώμασιν οὐ κατ' ἀλλήλων, ἀλλὰ κατ' αὐτοῦ μεγαλαυχοῦσι τοῦ ποιητοῦ, τί οὐκ ἂν ἔδρασαν εἰ μεγίστων σωμάτων μετέλαχον; XLIX Διὰ τί πολὺν χρόνον ἔζων οἱ παλαιοί; Ὥστε αὐξηθῆναι τὸ γένος τῷ πλείονι χρόνῳ· διὰ τοῦτο καὶ πολλαῖς συνήπτοντο γυναιξίν. αὐτίκα γοῦν καὶ μετὰ τὸν κατακλυσμὸν μέχρι τῶν πατριαρχῶν μακρόβιοι ἦσαν· ἐπειδὴ δὲ τὴν οἰκουμένην ἐπλήρωσαν, ἠλαττώθη λοιπὸν ὁ τῶν ἐτῶν ἀριθμός. L Τί δήποτε τῷ κατακλυσμῷ τὰ τῶν ἀνθρώπων πλήθη διέφθειρεν; Ἐξαλεῖψαι τοῦ Κάϊν τὸ γένος ἠθέλησεν· ἀνεμίγη δὲ αὐτῷ καὶ τῶν εὐσεβῶν ἡ φύλη· διὸ καὶ τῆς τιμωρίας μετέσχηκεν. ἀρχὴν δέ τινα καινοῦ βίου ποιήσασθαι βουληθεὶς τὸν Νῶε καὶ τοὺς ἐκείνου παῖδας σὺν ταῖς γυναιξὶ διετήρησεν, εὐσεβῆ τε ὄντα καὶ δίκαιον, ἐκ τῆς τῶν εὐσεβῶν συγγενείας βλαστήσαντα καὶ τὴν τῆς παρανομίας ἐπιμιξίαν μισήσαντα. οὐ μήν, ὥς τινές φασιν, ὀργῇ τινι ταῦτα καὶ μεταμελείᾳ πεποίηκε· ταῦτα γάρ τοι ἀνθρώπινα πάθη· ἡ δὲ θεία φύσις ἐλευθέρα παθῶν. ἄλλως τε ἡ μεταμέλεια τοῖς μετὰ τὴν πεῖραν μανθάνουσι τῶν πραγμάτων τὴν φύσιν κατάλληλος· ἀγνοοῦντες γὰρ τὸ ἐσόμενον, προβουλεύονται· εἶτα τῇ πείρᾳ μανθάνοντες, ὡς οὐκ ὀρθῶς ἐβουλεύσαντο, μεταμέλονται. ὁ δὲ Θεὸς οὕτως

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
