# Quaestiones in Octateuchum 49

Theodoretus, Quaestiones in Octateuchum, Page 49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/49

ὁρᾷ τὰ μετὰ πολλὰς ἐσόμενα γενεάς, ὡς ἤδη γεγενημένα· ὡς προορῶν τοίνυν καὶ προγινώσκων, οὕτως ἅπαντα πρυτανεύει. τί δήποτε τοίνυν μεταμελεῖται, ἅπαντα πρὸς τὴν πρόγνωσιν τὴν οἰκείαν οἰκονομῶν; οὐκοῦν ἐπὶ Θεοῦ μεταμέλεια οἰκονομίας μεταβολή· «μεταμεμέλημαι, φησίν, ὅτι κέχρικα τὸν Σαοὺλ εἰς βασιλέα», ἀντὶ τοῦ ἐδοκίμασα μὲν παῦσαι τοῦτον, ἕτερον δὲ χειροτονῆσαι. οὕτω κἀνταῦθα, «ἐνεθυμήθην ὅτι ἐποίησα τὸν ἄνθρωπον», ἐδοκίμασα διολέσαι τῶν ἀνθρώπων τὸ γένος· ἀλλὰ φιλάνθρωπος ὢν σπέρμα τὸν Νῶε τῇ φύσει τετήρηκεν. ἐπειδὴ δὲ καὶ τῶν ἀλόγων τὰ γένη τῆς τῶν ἀνθρώπων ἕνεκα δεδημιούργηται χρείας, καὶ ταῦτα τοῖς ἀνθρώποις συνδιεφθάρη, πλὴν τῶν ἐν τῇ κιβωτῷ σὺν τῷ Νῶε διασωθέντων. ἐκέλευσε γὰρ ὁ δεσπότης Θεὸς ἀνὰ δύο μὲν ἐξ ἑκάστου γένους τῶν δοκούντων ἀκαθάρτων διασωθῆναι, ἀνὰ ἑπτὰ δὲ τῶν καθαρῶν· ἐπειδὴ γὰρ ἤμελλε συγχωρεῖν τοῖς ἀνθρώποις μεταλαμβάνειν κρεῶν, ἤμελλον δὲ καὶ θυσίας αὐτῷ προσφέρειν τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε· τὰς μὲν τρεῖς συζυγίας εἰς τὴν αὔξησιν τοῦ γένους τὸ δὲ ἓν τὸ περιττὸν εἰς θυσίαν. εὐθὺς γὰρ ὁ Νῶε, μετὰ τὴν παῦλαν τῆς τιμωρίας, θυσίαν τῷ Θεῷ χαριστήριον προσενήνοχεν· «ἀπὸ πάντων, φησί, τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν», ὡς εἶναι δῆλον, ὅτι τούτουγε χάριν ἀνὰ ἑπτὰ προσέταξεν ἐξ ἑκάστου γένους τῶν καθαρῶν εἰς τὴν κιβωτὸν εἰσαχθῆναι, ἵνα τὸ ἓν ζῷον ἐξ ἑκάστου γένους ὁ Νῶε προσφέρων μὴ διαφθείρῃ τὰς συζυγίας.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
