# Quaestiones in Octateuchum 5

Theodoretus, Quaestiones in Octateuchum, Page 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/5

ἐκεῖνα πρὸ τούτων ἐρρέθη. ἐκείνην γὰρ αὐτοῖς τὴν διδασκαλίαν ἔτι τὴν Αἴγυπτον οἰκοῦσι προσήνεγκε· ταῦτα δὲ ἐν τῇ ἐρήμῳ συνέγραφε. II Τί δή ποτε τῆς τῶν ἀγγέλων οὐκ ἐμνήσθη δημιουργίας; Οὐδὲν στερρὸν εἶχον βέβαιον οἱ νομοθετούμενοι· αὐτίκα γοῦν μετὰ πολλὰ καὶ ἄφραστα θαύματα, τὴν εἰκόνα τοῦ μόσχου θεὸν ἀνηγόρευσαν· οἱ δὲ τὰ τῶν κτηνῶν ἰνδάλματα ῥᾳδίως οὕτω θεοποιήσαντες, τί οὐκ ἂν ἔδρασαν, εἰ τῶν ἀοράτων φύσεων τὴν γνῶσιν ἐδέξαντο; οὗ χάριν μέχρι τῆς τοῦ Ἀβραὰμ τελειότητος, οὐδενὶ τῶν πάλαι ἀνθρώπων δι' ἀγγέλου ὁ τῶν ὅλων διελέχθη Θεός· ἐπὶ δὲ τῆς Ἄγαρ πρῶτον ἀγγέλου μνήμην ὁ θεσπέσιος ἐποιήσατο Μωϋσῆς· καὶ μάλα εἰκότως· τύπος γὰρ ἡ Ἄγαρ τῆς παλαιᾶς διαθήκης κατὰ τὸν θεῖον ἀπόστολον· «τὸ γὰρ Ἄγαρ φησί, Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ». ἐπειδὴ τοίνυν δι' ἀγγέλων ὁ νόμος ἐδόθη· «διαταγείς, γάρ φησι, δι' ἀγγέλων ἐν χειρὶ μεσίτου». καὶ πάλιν· «εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος». καὶ μάλα προσφόρως ὁ τῶν ὅλων Θεὸς δι' ἀγγέλου καὶ τῆς δουλείας ἀνέμνησε καὶ τὰ περὶ τοῦ τεχθησομένου παιδὸς προηγόρευσεν. ὅτι δὲ κτιστὴν ἔχουσι φύσιν καὶ ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ εἴ τι ἕτερόν ἐστιν ἀσώματον, πλὴν τῆς ἁγίας τριάδος, ἡ θεία σαφῶς ἡμᾶς διδάσκει γραφή. ὑμνεῖν γὰρ καὶ τούτοις Δαβὶδ παρακελεύεται ὁ προφήτης· «αἰνεῖτε γὰρ αὐτόν, φησί, πάντες οἱ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
