# Quaestiones in Octateuchum 51

Theodoretus, Quaestiones in Octateuchum, Page 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/51

μέλεια οἰκονομίας ἐστὶ διαφορά· «μεταμεμέλημαι γὰρ ὅτι κέχρικα τὸν Σαοὺλ εἰς βασιλέα», ἀντὶ τοῦ, ἐδοκίμασα ἄλλον ἀντ' αὐτοῦ καταστῆσαι, οὕτω καὶ ἐνταῦθα νοητέον «ἐνεθυμήθην ὅτι ἐποίησα τὸν ἄνθρωπον», ἀντὶ τοῦ, ἐδοκίμασα αὐτοὺς πανωλεθρίαν ἐπαγαγεῖν. καὶ τοῦτο τοίνυν τὸ «ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε» οὐ προτέραν λήθην αἰνίττεται, ἀλλὰ τὴν ἄρρητον αὐτοῦ φιλανθρωπίαν δηλοῖ· ὅτι διὰ τὴν περὶ ἐκεῖνον φιλοστοργίαν προσέταξεν ὡς τάχιστα καταποθῆναι τὸ ἄπειρον ἐκεῖνο καὶ ἀμέτρητον ὕδωρ. δήλην δὲ αὐτοῦ ποιῶν τὴν ἄφραστον ἀγαθότητα, προστέθεικεν ὅτι «καὶ πάντων τῶν κτηνῶν καὶ πάντων τῶν πετεινῶν καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ». ἡμῶν δὲ χάριν καὶ ταῦτα προμηθείας ἠξίωσεν· τοῦτο γὰρ καὶ ὁ μέγας Δαβὶδ βοᾷ· «ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων». καὶ πάλιν, «ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε». δι' ἡμᾶς γὰρ καὶ τῶν ἡμετέρων ἐπιμελεῖται. LIII Τί ἐστιν «ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας»; Ὑπεδέξατο τοῦ Νῶε τὸ εὔγνωμον, οὐ τῇ κνίσσῃ τερφθείς· ὀστῶν γὰρ καιομένων οὐδὲν δυσωδέστερον, ἀλλὰ τοῦ προσενηνοχότος ἐπαινέσας τὴν γνώμην. οὐ γὰρ σωματικὰ ἔχει μόρια, ἵνα καὶ ῥῖνας αὐτῷ περιθῶμεν· διὰ ῥινῶν γὰρ ἡ ὄσφρησις. ἀμείβεται οὖν αὐτὸν τῇ εὐλογίᾳ· καὶ ἐπειδὴ σπέρμα τοῦ γένους ἦν καὶ ῥίζα τῆς φύσεως καὶ δεύτερος Ἀδάμ, δίδωσιν αὐτῷ τὴν εὐλογίαν, ἧς ἐκεῖνος εὐθὺς διαπλασθεὶς ἀπολελαύκει· «αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
