# Quaestiones in Octateuchum 52

Theodoretus, Quaestiones in Octateuchum, Page 52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/52

καὶ κατακυριεύσατε αὐτῆς· καὶ ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ ἐπὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης, ἃ ὑπὸ χεῖρα ὑμῖν δέδωκα». καὶ ὁ λόγος ἔργον γέγονε· δέδιε γὰρ ἅπαντα καὶ αὐτὴν τὴν τοῦ ἀνθρώπου σκιάν, καὶ τὰ νηκτὰ καὶ τὰ χερσαῖα καὶ τὰ πτηνά. εἶτα τὸν περὶ τῆς κρεωφαγίας αὐτῷ δέδωκε νόμον, ὡς λαχάνων τῶν κρεῶν ἀπολαύειν κελεύσας. LIV Τίνος χάριν ἀπαγορεύει τοῦ αἵματος τὴν μετάληψιν; Σαφέστερον ἐδίδαξεν ἐν τῷ νόμῳ· «ὅπερ γάρ ἐστι, φησίν, ἀνθρώπῳ ψυχή, τοῦτο τοῖς ἀλόγοις τὸ αἷμα»· δίχα τοίνυν τοῦ αἵματος τῶν κρεῶν μεταλαμβάνων, ὡς λαχάνων δήπουθεν μεταλήψῃ· ἄψυχον γὰρ τὸ λάχανον. εἰ δὲ μετὰ τοῦ αἵματος μεταλάβοις, ψυχὴν ἐσθίεις· διὸ δὴ καὶ ἐνταῦθα ἔφη, «πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐκ ἔδεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω· ἐκ χειρὸς παντῶν τῶν θηρίων ἐκζητήσω αὐτό, ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ αὐτοῦ ἐκζητήσω τὴν ψυχὴν αὐτοῦ». ἐνταῦθα αἰνίττεται τὴν ἀνάστασιν, οὐχ ὡς τὰ θηρία παράξων εἰς τὸ κριτήριον καὶ δίκας τῆς ἀνθρωποφαγίας εἰσπραξάμενος, ἀλλ' ὡς τὰ ὑπὸ τούτων καταναλωθέντα σώματα συνάξων τε καὶ ἀναστήσων· «ἐν γὰρ τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς»· καὶ ῥᾴδιον αὐτῷ πάντοθεν συναγαγεῖν τὸ ἡμέτερον σῶμα· ἐνταῦθα μὲν οὖν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
