# Quaestiones in Octateuchum 57

Theodoretus, Quaestiones in Octateuchum, Page 57. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/57

LXI Ἡ οὖν ἑβραία πόθεν ἤρξατο; Οἶμαι αὐτὴν ἱερὰν εἶναι φωνήν· ὥσπερ γὰρ ἐν τοῖς ἑλληνικοῖς ναοῖς ἴδιοί τινες ἦσαν χαρακτῆρες γραμμάτων οὓς ἱερατικοὺς προσηγόρευον, οὕτω διὰ τοῦ Μωϋσέως ὁ τῶν ὅλων Θεὸς ταύτην ἔδωκε τὴν γλῶτταν, διδακτὴν οὖσαν, οὐ φυσικήν· τοιγάρτοι τῶν ἄλλων ἁπάντων κατὰ τὴν τῶν ἐθνῶν ἐν οἷς ἂν γεννηθῶσι φθεγγομένων φωνὴν καὶ τῶν μὲν ἐν Ἰταλίᾳ τικτομένων τῇ ἰταλῶν κεχρημένων, τῶν δὲ ἐν τῇ Ἑλλάδι τῇ ἑλλήνων, καὶ τῶν ἐν Περσίδι τῇ περσῶν, καὶ τῶν ἐν Αἰγύπτῳ τῇ αἰγυπτίων· τὰ ἑβραίων παιδία οὐ τῇ ἑβραίᾳ ἔστιν εὑρεῖν εὐθὺς κεχρημένα φωνῇ, ἀλλὰ τῇ ἐκείνων παρ' οἷς ἐγεννήθησαν· εἶτα μειράκια γενόμενα διδάσκεται τῶν γραμμάτων τοὺς χαρακτῆρας· μανθάνει δὲ διὰ τῶν γραμμάτων τὴν θείαν γραφήν, τῇ ἑβραΐδι γεγραμμένην φωνῇ. οἶμαι δὲ τοῦτο αἰνίττεσθαι καὶ τὸν μακάριον Δαβὶδ ἐν τῷ ὀγδοηκοστῷ ψαλμῷ· «γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν». LXII Ἀλλὰ τινές φασιν ἀπὸ τοῦ Ἕβερ ἑβραίαν κεκλῆσθαι τὴν γλῶσσαν· ἐκεῖνον γὰρ μόνον ἐν τῇ προτέρᾳ μεῖναι φωνῇ καὶ ἐκεῖθεν ἑβραίους ὀνομασθῆναι Ἐγὼ δὲ οἶμαι ἑβραίους ὀνομασθῆναι ἐκ τοῦ τὸν πατριάρχην Ἀβραὰμ ἀπὸ τῆς χαλδαίων χώρας εἰς τὴν Παλαιστίνην ἐλθεῖν τὸν Εὐφράτην ποταμὸν διαβάντα· ἑβρα γὰρ τῇ σύρων φωνῇ διάβασις ὀνομάζεται· οὕτω δὲ καὶ αὐτὸς ἐκαλεῖτο καὶ μάρτυς ἡ θεία γραφή· μετὰ γὰρ τὴν τοῦ Λὼτ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
