# Quaestiones in Octateuchum 58

Theodoretus, Quaestiones in Octateuchum, Page 58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/58

αἰχμαλωσίαν, ἐλθών τις, φησίν, «ἀπήγγειλεν Ἀβραὰμ τῷ περάτῃ»· τοῦτο δὲ παρὰ τῷ ἑβραίῳ κείμενον εὗρον ἑβρει· τὸ δὲ ἑβρει ἐξελληνιζόμενον ἑβραῖος γίνεται. καὶ γὰρ ἐν ἐκείνῳ τῷ χωρίῳ, ἔνθα ἡ αἰγυπτία περὶ τοῦ Ἰωσὴφ ἔφη· «εἰσήγαγες ἡμῖν παῖδα ἑβραῖον ἐμπαίζειν ἡμῖν», παρὰ τῷ ἑβραίῳ ἑβρει κεῖται. εἰ δὲ ἐκ τοῦ Ἕβερ ἑβραῖοι καλοῦνται, οὐ μόνους ἐχρῆν τούτους οὕτω προσαγορεύεσθαι· πολλὰ γὰρ ἔθνη ἐκ τοῦ Ἕβερ κατάγει τὸ γένος· καὶ ἵνα τοὺς ἄλλους πάντας παρῶ, ἐκ τούτου εἰσὶν ἰσμαηλῖται καὶ οἱ ἀπὸ τῆς Χεττούρας καὶ ἰδουμαῖοι καὶ ἀμαληκῖται καὶ μωαβῖται καὶ ἀμμανῖται καὶ οἱ τὰς Κάρρας οἰκοῦντες· ἐκ τοῦ γὰρ Ναχὼρ καὶ τοῦ Λάβαν τὸ γένος κατάγουσιν. ἀλλ' οὐδεὶς τούτων τῇ ἑβραΐδι χρῆται φωνῇ. ἀλλὰ περὶ τούτου ζυγομαχεῖν περιττόν· οὐδὲν γὰρ τῷ λόγῳ τῆς εὐσεβείας λυμαίνεται, κἄν τε τοῦτο, κἄν τε ἐκεῖνο δεξώμεθα. —LXIII Τινές φασι τῇ Σάρρᾳ μιγῆναι τὸν Φαραώ. Ποίας οὖν κηδεμονίας ἀπήλαυσεν Ἀβραὰμ παρὰ τοῦ τῶν ὅλων Θεοῦ, εἰ περιεῖδεν αὐτοῦ μοιχευομένην τὴν γαμετήν; τί δήποτε δὲ καὶ ἤτασεν ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς τὸν Φαραώ, καὶ ἅπαντα τὸν οἶκον αὐτοῦ εἰ μὴ κωλῦσαι τὴν παράνομον ἠβούλετο συναφήν; καὶ αὐτὸς δὲ ὁ Φαραὼ τὴν ἄγνοιαν εἰς ἀπολογίαν προβάλλεται· καὶ μέμφεται τῷ Ἀβραὰμ ἀδελφὴν κεκληκότι τὴν γαμετήν· καὶ διδάσκει ὡς οὐχ ὑβρίσαι αὐτήν, ἀλλὰ γῆμαι βουλόμενος ἔλαβε. «τί τοῦτο, γάρ φησιν, ἐποίησάς μοι, ὅτι γυνή σού ἐστιν; ἵνα τί εἶπας ἀδελφή

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
