# Quaestiones in Octateuchum 59

Theodoretus, Quaestiones in Octateuchum, Page 59. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/59

μού ἐστι, καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα; καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου, λαβὼν ἀπότρεχε». καὶ οὐ μόνον εἶπεν, ἀλλὰ καὶ ἔπραξε, καὶ παντοδαπῆς κηδεμονίας ἠξίωσεν· «ἐνετείλατο, γάρ φησι, Φαραὼ ἀνδράσι περὶ τοῦ Ἀβραὰμ συμπροπέμψαι αὐτόν, καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα ὅσα ἦν αὐτῷ». δῆλον τοίνυν, ὡς εὐθὺς ἁρπασθείσης τῆς Σάρρας ἐπέδησε τῇ νόσῳ τὸν Φαραὼ τῶν ὅλων ὁ πρύτανις· ἡ δὲ νόσος τὴν ὄρεξιν ἤμβλυνεν, καὶ τῶν δικτύων εἴσω τὴν θήραν ἔχων ὁ θηρευτής, οὐκ ἀπήλαυσε τῆς ἄγρας· ἡ γὰρ νόσος ἐκώλυσε. LXIV Καὶ τίνος ἕνεκεν ἐνταῦθα μὲν ἐσίγησεν ἡ γραφὴ τὸ φυλαχθῆναι τὴν Σάρραν ἀλώβητον, ἐν δὲ τῷ κατὰ τὸν Ἀβιμέλεχ διηγήματι, σαφῶς τοῦτο δεδήλωκε; Ἔμελλεν ἡ Σάρρα τηνικαῦτα τίκτειν τὸν Ἰσαάκ· ἵνα τοίνυν μὴ ὕποπτον γένηται τὸ σπέρμα τοῦ Ἀβραὰμ σαφῶς ἐκεῖ δεδήλωκεν ἡ θεία γραφὴ ὅτι οὐχ ἥψατο αὐτῆς ὁ Ἀβιμέλεχ. καὶ ἐντεῦθεν μέντοι κἀκεῖθεν ἰστέον, ὡς καὶ τοὺς βαρβάρους ἡ φύσις ἐδίδαξεν, ὅτι πονηρὸν ἡ μοιχεία καὶ τιμωρίας ἄξιον· καὶ γὰρ ὁ Φαραὼ τοῦτο δεδήλωκεν ἐπιμεμψάμενος τῷ Ἀβραάμ· καὶ ὁ Ἀβιμέλεχ πρὸς τὸν τῶν ὅλων ἔφη Θεόν· «Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀποκτενεῖς; οὐκ αὐτός μοι εἶπεν, ὅτι ἀδελφή μού ἐστι καὶ αὐτή μοι εἶπεν ἀδελφός μού ἐστιν»; ἐν καρδίᾳ καθαρᾷ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο». τέθεικε δὲ ὁ συγγραφεὺς καὶ τοῦ Θεοῦ τὴν ἀπόκρισιν· «εἶπε, γάρ φησιν, ὁ Θεὸς τῷ Ἀβιμέλεχ καθ' ὕπνον· κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισά-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
