# Quaestiones in Octateuchum 6

Theodoretus, Quaestiones in Octateuchum, Page 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/6

ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ». καὶ τὴν αἰτίαν διδάσκων ἐπήγαγεν· «ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν». καὶ πάλιν ἐν ἑτέρῳ ψαλμῷ, «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα». καὶ οἱ τρεῖς μακάριοι παῖδες ἐν τῇ καμίνῳ τὸν θεῖον ὕμνον ὑφαίνοντες, καὶ τὸ πανάριστον ἐκεῖνο καὶ λίαν ἁρμόδιον εἰρηκότες προοίμιον· «εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον», εὐθὺς ἐπήγαγον, «εὐλογεῖτε ἄγγελοι Κυρίου τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις Κυρίου τὸν Κύριον». ἀλλὰ γὰρ παρέλκον οἶμαι περὶ τούτων μακρηγορεῖν· πᾶσα γὰρ ἡ θεόπνευστος γραφὴ τῆσδε τῆς διδασκαλίας ἀνάπλεως. III Προϋπάρχουσιν οὐρανοῦ καὶ γῆς ἄγγελοι, ἢ σὺν τούτοις ἐγένοντο; Περιττὰς μὲν ἐγὼ τὰς τοιαύτας ζητήσεις ὑπείληφα. τίς γὰρ ὄνησις προσγενήσεται τοῖς ἐγνωκόσι τὸν τῆς τῶν ἀγγέλων δημιουργίας καιρόν; οἶδα δὲ καὶ τὸν θεῖον ἀπόστολον τῷ θαυμασίῳ Τιμοθέῳ παρεγγυῶντα· «παραγγεῖλαι τισὶ μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις». ἐρῶ δὲ ὅμως ὅπερ συμβαίνειν ὑπείληφα τῷ σκοπῷ τῆς θείας γραφῆς· ἀπερίγραφον μόνην ἐδιδάχθημεν εἶναι τὴν θείαν φύσιν, ἅτε δὴ ἄκτιστον οὖσαν καὶ ἄναρχον, καὶ ἀΐδιον· τὰ δέ γε ἀρξάμενα τοῦ εἶναι περιγεγραμμένον ἔχει δηλονότι τὸ εἶναι. οὐκοῦν καὶ ἀσώματον λέγοντες εἶναι τῶν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
