# Quaestiones in Octateuchum 65

Theodoretus, Quaestiones in Octateuchum, Page 65. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/65

ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου, χρῶ αὐτῇ ὡς ἐάν σοι ἀρεστὸν ᾖ». LXIX Τί δήποτε περιτμηθῆναι αὐτὸν προσέταξεν ὁ Θεός; Προειπὼν τὴν παροικίαν, φυλακήν τινα μηχανᾶται τῇ εὐσεβείᾳ, ἵνα τοῖς δυσσεβέσιν ἀνθρώποις ἀναμιγέντες, μὴ διαφθείρωσι τὴν εὐγένειαν, ἀλλ' εἰς τὸ σημεῖον ὁρῶντες, ἄσβεστον τοῦ δεδωκότος τοῦτο τὴν μνήμην φυλάττωσι· καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἡ ἔρημος μάρτυς· τεσσαράκοντα γὰρ χρόνους ἐν αὐτῇ διατρίψαντες, περιττὴν ἐνόμιζον τὴν περιτομήν, τῶν ἐθνῶν κεχωρισμένοι, καὶ καθ' ἑαυτοὺς πολιτευόμενοι. ἡνίκα δὲ λοιπὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγοντο γῆν, τηνικαῦτα πάλιν ὁ τῶν ὅλων Θεὸς Ἰησοῦ τῷ τοῦ Ναυῆ προσέταξε περιτεμεῖν ἅπαντας· καὶ οὕτω τῆς γῆς παραδοῦναι τὴν δεσποτείαν. ἔμελλον γὰρ ἔθνεσιν ἀλλοφύλοις πελάζειν, οὗ δὴ χάριν ἀναγκαίως τῆς σφραγῖδος ἐδέοντο, τῆς ἀπὸ τῶν ἀλλογενῶν αὐτοὺς χωριζούσης ἐθνῶν. εἰ δὲ μέγα φρονοῦσιν ἐπὶ τῇ περιτομῇ ἰουδαῖοι, μαθέτωσαν ὡς οὐ μόνος ὁ πατριάρχης περιετμήθη, ἀλλὰ καὶ Ἰσμαὴλ ὁ ἡμίδουλος, καὶ οἱ οἰκογενεῖς οἰκέται, καὶ οἱ ἀργυρώνητοι καὶ οἱ ἰδουμαῖοι καὶ οἱ ἀπὸ τῆς Χεττούρας. ἔμαθον δὲ ἐκ τῶν ἰσραηλιτῶν καὶ αἰγύπτιοι περιτέμνεσθαι· οὐ τοίνυν ἡ περιτομὴ δικαίους ἐργάζεται. οὗτοι γὰρ ἅπαντες ὡς δυσσεβεῖς, ὑπὸ τῆς θείας κατηγοροῦνται γραφῆς· οὐκοῦν οὐδὲ τὸν Ἀβραὰμ ἡ περιτομὴ ἐδικαίωσεν, ἀλλ' ἡ μὲν πίστις ἀπέφηνε δίκαιον· λαμπρότερον δὲ ἡ ἀρετὴ κατεσκεύασεν. ἡ δὲ περιτομὴ σημεῖον ἐδόθη τῆς πίστεως. LXX Ἡ θεία λέγει γραφή, ὅτι ἔφαγον οἱ ἄγγελοι ἐν τῇ σκηνῇ τοῦ Ἀβραάμ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
