# Quaestiones in Octateuchum 68

Theodoretus, Quaestiones in Octateuchum, Page 68. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/68

δὴς ἡ τοῦ προστεταχότος ὑπόσχεσις· ὑπέσχετο δὲ αὐτῷ ὁ Θεὸς εἰς ἔθνος μέγα ποιήσειν αὐτὸν ἅτε δὴ τῆς αὐτοῦ γεωργίας ἠξιωμένον. ὃ δὴ καὶ πεπλήρωκεν. ἅμα γὰρ ἔκλαυσε τὸ παιδίον πόματος ἐφιέμενον καὶ ἄγγελος θεόθεν ἀποσταλεὶς φρέαρ ὑπέδειξε ποτίμου ὕδατος πλῆρες· ὅτι δὲ καὶ τῆς παιδοποιΐας τὸ πλῆθος δέδωκεν ὡς ὑπέσχετο, μαρτυρεῖ τὰ ὁρώμενα· ἀπὸ γὰρ τῶν ὅρων Αἰγύπτου μέχρι Βαβυλῶνος, τοῦδε τοῦ γένους ἡ ἔρημος πλήρης. ὁ μέντοι Ἀβραὰμ καὶ τοῖς τόποις ἐκ τῆς εὐσεβείας ἐπιτέθεικε τὰ ὀνόματα· φυτεύσας γὰρ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου, ἐπεκαλέσατο τὸ ὄνομα τοῦ τόπου ἐκείνου Θεὸς αἰώνιος. LXXIV Εἰ πάντα ὁ Θεὸς προγινώσκει, τίνος χάριν τὸν Ἀβραὰμ ἐπείρασε; Οὐχ ἵνα αὐτὸς ἅπερ ἠπίστατο μάθῃ, ἀλλ' ἵνα τοὺς ἀγνοοῦντας διδάξῃ, ὡς μάλα δικαίως τὸν πατριάρχην ἠγάπησε· τούτου χάριν ἐν τρισὶν ἡμέραις καὶ τοσαύταις νυξὶ τὸν θεῖον ἐβασάνιζε πόθον· μέσος γὰρ ὢν ὁ πατριάρχης φύσεώς τε καὶ πίστεως καὶ νυττόμενος ἑκατέρωθεν, ἔδωκε τῇ πίστει τὰ νικητήρια. ὁ δὲ Θεὸς δείξας αὐτοῦ τὴν εὐσέβειαν, τὴν θυσίαν ἐκώλυσεν· ὁ γὰρ καὶ τὰς τῶν ἀλόγων ἀπαγορεύων θυσίας, πῶς ἂν τοιαύτης ἱερουργίας ἠνέσχετο; τοῦτο γὰρ ἰουδαίων κατηγορῶν διετέλεσε καὶ διὰ μὲν Δαβὶδ τοῦ προφήτου βοᾷ· «ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν». διὰ δὲ τοῦ Ἰεζεκιήλ· «καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, οὓς ἐγέννησάς μοι καὶ προσήνεγκας αὐτοὺς τοῖς ἐρασταῖς σου». εἶτα δεικνὺς τὴν τῆς ἀτοπίας ὑπερβολὴν ἐπήγαγε τοῦτο· «παρὰ πᾶσαν τὴν

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
