# Quaestiones in Octateuchum 7

Theodoretus, Quaestiones in Octateuchum, Page 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/7

ἀγγέλων τὴν φύσιν, περιγεγράφθαι φαμὲν αὐτῶν τὴν ὑπόστασιν. πῶς γὰρ ἄν τις νοήσαι «χιλίας χιλιάδας καὶ μυρίας μυριάδας», κατὰ τὸν θεῖον Δανιήλ, μὴ ἕκαστον λογιζόμενος ἐν ἰδίᾳ εἶναι περιγραφῇ; ἀλλ' ὅτι μὲν περιγεγραμμένην ἔχουσιν οἱ ἄγγελοι τὴν οὐσίαν, οὐδένα ἀντερεῖν οἶμαι· καὶ γὰρ τῶν ἀνθρώπων ἕκαστον ὑφ' ἑνὸς ἔφη τετάχθαι κηδεμονίαν ὁ δεσπότης Χριστός· «ὁρᾶτε γάρ, φησί, μὴ καταφρονήσετε ἑνὸς τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ· ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς». καὶ ἑκάστῳ δὲ ἔθνει ἄγγελον ἐφεστάναι φησὶν ἡ θεία γραφή. ὁ γὰρ τῷ προφήτῃ Δανιὴλ προσδιαλεγόμενος ἄγγελος, καὶ ἄρχοντα περσῶν εἴρηκε, καὶ ἄρχοντα ἑλλήνων, καὶ Μιχαὴλ τὸν ἄρχοντα τῶν ἰουδαίων. καὶ Μωϋσῆς δὲ ὁ μέγας ἐν τῇ ᾠδῇ φησιν· «ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ». εἰ τοίνυν ὁ μὲν τούτων, ὁ δὲ ἐκείνων ἄρχειν ἐτάχθη, ἕκαστος δὲ τῶν ἀνθρώπων ὑπὸ τὴν ἑνὸς φροντίδα τελεῖ, εὔδηλον ὡς περιγεγραμμένην ἔχουσι τὴν οὐσίαν. εἰ δὲ τοῦτο ἀληθές, ὥσπερ οὖν ἀληθές, τόπου ἄρα προσδέονται. μόνον γὰρ τὸ θεῖον, ὡς ἀπερίγραφον, οὐκ ἐν τόπῳ. εἰ δὲ τὸ περιγεγραμμένον ἐν τόπῳ, πῶς οἷόν τε προϋπάρχειν οὐρανοῦ καὶ γῆς τοὺς ἀγγέλους; οὐ γὰρ ὄντος τοῦ φέροντος, πῶς ἔνεστι τὸ φερόμενον εἶναι;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
