# Quaestiones in Octateuchum 70

Theodoretus, Quaestiones in Octateuchum, Page 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/70

μὴ ἕλοιτο ἐνταῦθα ἐλθεῖν ἡ μνηστευομένη κόρη, ἀλλὰ πρὸς αὐτὴν ἀπελθεῖν τὸν μνηστῆρα κελεύει, προστάττεις τὸν υἱὸν εἰς ἐκεῖνο τὸ ἔθνος ἐπανελθεῖν; ἀλλ' ὁ πατριάρχης Ἀβραὰμ εἰδὼς ὡς ἐκεῖθεν μὲν αὐτὸν ἡ θεία κλῆσις ἐξήγαγε, περὶ δὲ τοῦ γάμου νόμον οὐκ ἐδέξατο θεῖον· αὐτὸς δὲ ὡς εὐσεβείᾳ συντεθραμμένος, ἠθέλησεν ἐκ τῆς συγγενικῆς οἰκίας τῷ παιδὶ κατεγγυῆσαι γυναῖκα· ἐκεῖνο μὲν ἀπαγορεύει γενέσθαι, ἅτε δὴ θείῳ νόμῳ κεκωλυμένον· τοῦτο δὲ τῇ θείᾳ ἐγχειρίζει κηδεμονίᾳ. ταύτῃ θαρρήσας ὁ παῖς ἐξεδήμησεν· ἐκείνην δὲ τὴν εὐχὴν οὐ συμβολικῶς προσενήνοχεν, ὥς τινες τῶν ἄγαν ἠλιθίων ὑπέλαβον, ἀλλ' ἐπειδὴ τὸν Θεὸν συνεργὸν ἔλαβε τῆς μνηστείας σημεῖά τινα αὐτῷ δειχθῆναι παρεκάλει δι' ὧν ἠβούλετο γνῶναι, εἰ ἀρέσκουσα τῷ Θεῷ ἡ μνηστεία. τὸ δὲ σημεῖον ἦν οὐχ ὥρα σώματος οὐδὲ περιφάνεια γένους οὐδὲ ἄλλο τι τῶν δοκούντων λαμπρῶν, ἀλλὰ φιλοξενία καὶ φιλοφροσύνη καὶ ἠπιότης φρονήματος· «ἔσται, γάρ φησιν, ἡ παρθένος ᾗ ἂν ἐγὼ εἴπω, ἐπίκλινόν μοι τὴν ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ μοι, πίε, κύριε, καὶ τὰς καμήλους σου ποτιῶ ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεον μετὰ τοῦ κυρίου μου Ἀβραάμ». ἐπειδὴ γὰρ τούτοις ἐκοσμεῖτο τοῖς πλεονεκτήμασι διαφερόντως ὁ πατριάρχης ἠβουλήθη καὶ τὴν νύμφην συμβαίνειν τῷ τρόπῳ τοῦ κηδεστοῦ, ἵνα μὴ ἔριν τινὰ καὶ φιλονεικίαν ὁ σκοπὸς ὁ ἐναντίος ἐργάσηται. ὅτι δὲ οὐ συμβολικὰ ταῦτα ἦν, ἀλλὰ πίστεως καὶ εὐσεβείας δηλωτικά, πρῶτον διδάσκει τὸ σπουδαῖον τῆς προσευχῆς· ἔπειτα τὸ προσμένειν αὐτὸν τὴν βουλὴν τοῦ Θεοῦ· τοῦτο

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
