# Quaestiones in Octateuchum 71

Theodoretus, Quaestiones in Octateuchum, Page 71. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/71

γὰρ ἡ θεία διδάσκει γραφή· «ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ». ἐκείνης γὰρ τὸ ὕδωρ ἀρυομένης, καὶ ταῖς καμήλοις προσφερούσης τὸ νᾶμα, ἀνέμενεν οὗτος ἰδεῖν εἰ πάσαις παρέχει τὴν χρείαν κατὰ τὴν αἴτησιν· πιουσῶν δὲ τῶν καμήλων, εὐθὺς προσενήνοχε τῆς μνηστείας τὰ σύμβολα· γνοὺς δὲ τὸ γένος καὶ τὴν δεσποτικὴν συγγένειαν, εὐδοκήσας, φησίν, ὁ ἄνθρωπος προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν· «εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραάμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην αὐτοῦ καὶ τὸν ἔλεον αὐτοῦ ἀπὸ τοῦ κυρίου μου. κἀμὲ ἐν ὁδῷ ἤγαγε Κύριος εἰς τὸν οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου». καὶ πᾶσα δὲ αὐτοῦ ἡ διάλεξις τὸ εὐσεβὲς κηρύττει τῆς γνώμης καὶ μέντοι καὶ μετὰ τὴν διάλεξιν, τὸν αὐτὸν σημαίνει σκοπόν· συνθεμένων γὰρ τῶν τὴν κόρην γεγεννηκότων τῷ γάμῳ εὐθὺς αὐτὸς «προσεκύνησε τῷ Κυρίῳ». καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας· «μὴ κατέχετε γάρ με, φησί, καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου». LXXVI Διὰ τί τῶν πατριαρχῶν αἱ γυναῖκες στεῖραι; καὶ γὰρ Σάρρα στεῖρα, καὶ Ῥεβέκκα ὡσαύτως, καὶ ἡ Ῥαχὴλ καὶ μέντοι καὶ ἡ Λεία. «ἰδών, γάρ φησι, Κύριος, ὅτι μισεῖται ἡ Λεία ἀνέῳξε τὴν μήτραν αὐτῆς» Τὸ ἰσραηλιτικὸν συστῆσαι γένος βουληθεὶς ὁ Θεός, δείκνυσιν οὐ κατὰ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
