# Quaestiones in Octateuchum 72

Theodoretus, Quaestiones in Octateuchum, Page 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/72

φύσεως ἀκολουθίαν, ἀλλὰ κατὰ τὴν τῆς χάριτος φιλοτιμίαν τὴν πολυγονίαν δεξάμενον· ταύτης δὲ τῆς κηδεμονίας ἐκεῖνο τὸ γένος τετύχηκεν, ἐπειδήπερ ὁ δεσπότης Χριστός, ὁ μονογενὴς τοῦ Θεοῦ υἱός, ἐκεῖθεν ἔμελλε κατὰ σάρκα βλαστήσειν. LXXVII Διὰ τίνος μαθεῖν ἠθέλησεν ἡ Ῥεβέκκα τὰ περὶ τῶν κυοφορουμένων παιδίων; Τινές φασι πρὸς τὸν Μελχισεδὲκ αὐτὴν ἀπεληλυθέναι, ἅτε δὴ καὶ ἀρχιερέα ὄντα τοῦ Θεοῦ τοῦ ὑψίστου καὶ ἐπίσημον ἐν εὐσεβείᾳ καὶ λίαν περιφανῆ· ἐπειδὴ δὲ εἰώθεισαν οἱ πατριάρχαι καὶ θυσιαστήρια τῷ Θεῷ κατασκευάζειν ἐν οἷς ἐσκήνουν χωρίοις, εἰκὸς παρ' ἓν τούτων αὐτὴν ἀπελθοῦσαν ἱκετεῦσαι τὸν ὅλων Θεόν, καὶ γνωρίσαι τὰ συμβησόμενα. LXXVIII Διὰ τί κωλύει τὸν Ἰσαὰκ ὁ Θεὸς εἰς τὴν Αἴγυπτον ἐκδημῆσαι, τοῦ λιμοῦ τοῦτο πρᾶξαι καταναγκάζοντος; Τὴν οἰκείαν σοφίαν τε καὶ κηδεμονίαν διὰ πάντων δηλοῖ ὁ δεσπότης Θεός· καὶ γὰρ τὸν πατριάρχην Ἀβραάμ, οὐχ ὡς ἀπορῶν ἐν τῇ Παλαιστίνῃ διαθρέψαι συνεχώρησεν εἰς τὴν Αἴγυπτον ἀπελθεῖν· ἀλλ' ἵνα τοῖς αἰγυπτίοις ἐπιδείξῃ τοῦ ἀνδρὸς τὴν εὐσέβειαν, καὶ ζηλῶσαι προτρέψῃ τοῦ πατριάρχου τὴν ἀρετήν. τὸν δὲ Ἰσαὰκ αὐτοῦ μεῖναι προσέταξε, καὶ τῇ τῶν ἀναγκαίων αὐτὸν περιέκλυσεν ἀφθονίᾳ, δεικνὺς ὡς καὶ τῷ πατρὶ ταῦτα παρασχεῖν οἷός τε ἦν, ἃ καὶ αὐτῷ ἔδωκε φιλοτίμως. πάντων γὰρ ἐν ἐνδείᾳ ὄντων καὶ σπάνει τῶν ἀναγκαίων καὶ τῆς γῆς ἀγόνου γεγενημένης, αὐτὸς σπείρας πολύχουν ἔλαβε τὸν καρπόν.

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
