# Quaestiones in Octateuchum 73

Theodoretus, Quaestiones in Octateuchum, Page 73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/73

LXXIX Τίνος ἕνεκεν ὁ Ἰσαὰκ τῷ Ἡσαῦ δοῦναι τὴν εὐλογίαν ἠβούλετο; Κατὰ τὸν νόμον τῆς φύσεως· πρωτότοκος γὰρ ἦν· οἱ δὲ πρωτότοκοι καὶ πρῶτοι, καὶ διπλῆν ἐλάμβανον μοῖραν. ηὔξησε δὲ καὶ ἡ θεραπεία τὸ φίλτρον· «ἡ γὰρ θήρα αὐτοῦ βρῶσις αὐτῷ»· ἱκανὴ δὲ ἡ θεραπεία καὶ τοὺς ὠμοτάτους μειλίχεσθαι εἴ που γε δὴ πατέρα καὶ πατέρα φιλόστοργον· εὕροι δ' ἄν τις καὶ τὸν θεῖον ἀπόστολον πλείσταις ὅσαις εὐλογίαις τοὺς τεθεραπευκότας αὐτὸν ἀμειψάμενον. LXXX Πόθεν ἡ Ῥεβέκκα τεθάρρηκεν, ὅτι δὴ τεύξεται τῆς εὐλογίας ὁ Ἰακώβ· καὶ οὕτω τεθάρρηκεν ὡς εἰπεῖν· «ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκνον, μόνον ἐπάκουσον τῆς φωνῆς μου»; Προεγνώκει παρὰ τοῦ Θεοῦ τῶν ὅλων, ὅτι «ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι»· ἐκείνῃ τῇ προρρήσει πιστεύουσα, πάντα ἐκίνησεν πόρον, ὥστε τὸν Ἰακὼβ τὴν πατρικὴν εὐλογίαν λαβεῖν. LXXXI Τί δήποτε τῷ Ἰσαὰκ τὸ βούλημα τὸ οἰκεῖον οὐκ ἀπεκάλυψεν ὁ Θεός; Ἵνα ἐναργὴς γένηται ἡ τοῦ Θεοῦ περὶ τὸν Ἰακὼβ κηδεμονία· δείκνυσι δὲ τοῦτο, τὸ μὲν Ἰσαὰκ ἐσπουδακέναι τὸν Ἡσαῦ εὐλογῆσαι· τὴν δὲ θείαν χάριν καὶ παρὰ γνώμην τοῦ Ἰσαάκ, ἐπὶ τὸν Ἰακὼβ ἑλκῦσαι τὴν εὐλογίαν. τοῦτο δὲ καὶ αὐτὸς συνῆκεν ὁ Ἰσαάκ, ὡς γὰρ πάντα πόρον ἐκίνησε καὶ ἀπέστειλε τὸν Ἡσαῦ ἐπὶ τὴν θήραν, καὶ τοῦ Ἰακὼβ τὴν τροφὴν προσενηνοχότος, πολλάκις ἤρετο εἰ αὐτὸς εἴη Ἡσαῦ ὁ πρωτότοκος· καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
