# Quaestiones in Octateuchum 75

Theodoretus, Quaestiones in Octateuchum, Page 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/75

ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν». ὥσπερ γὰρ ἡ δρόσος ἀοράτως μὲν κάτεισι, κάτω δὲ συνισταμένη γίνεται δήλη, οὕτως ἀόρατος ὢν ὁ Θεὸς λόγος διὰ τῆς σαρκὸς ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη καὶ «ἐφανερώθη ἐν σαρκί», κατὰ τὸν θεῖον ἀπόστολον. καὶ ὁ σῖτος δὲ καὶ ὁ οἶνος τῶν θείων ἐστὶ μυστηρίων αἴνιγμα· τούτῳ συμφωνεῖ τῷ λόγῳ καὶ τὰ ἑξῆς· «καὶ δουλευσάτωσάν σοι ἔθνη· πάντα, γάρ φησιν, τὰ ἔθνη δουλεύσουσιν αὐτῷ» ᾗ φησὶν ὁ θεῖος Δαβίδ· «καὶ προσκυνήσουσιν οἱ ἄρχοντες· βασιλεῖς, γάρ φησι, Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι· βασιλεῖς ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς». ταύτην ἐκράτυνε τὴν εὐλογίαν καὶ ἡνίκα αὐτὸν εἰς τὴν Μεσοποταμίαν ἐξέπεμψεν· «ἔσῃ, γάρ φησιν, εἰς συναγωγὰς ἐθνῶν, καὶ δῴη σοι Κύριος τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός σου». τίς δὲ ἡ εὐλογία, ῥᾴδιον τῷ βουλομένῳ καταμαθεῖν· τῷ γὰρ Ἀβραὰμ ὁ τῶν ὅλων ἔφη Θεός· «ἐν τῷ σπέρματί σου εὐλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς». LXXXIV Τί δήποτε τοσαύτας εὐλογίας λαβὼν ὁ Ἰακὼβ ἀποδιδράσκει τὸν ἀδελφόν, καὶ μόνος ἀποδημεῖ τῶν ἀναγκαίων ἐστερημένος; Ἐναργέστερον ἐν ταῖς δοκούσαις κακοπραγίαις ἡ τοῦ Θεοῦ κηδεμονία δηλοῦται· οἱ γὰρ ἐν εὐκληρίᾳ ὄντες οὐχ οὕτως ἴσασιν ὅσων ἀγαθῶν ἀπολαύουσι· τούτου χάριν ἀποδιδράσκει καὶ μόνος ἀποδημεῖ, ἵνα μετὰ πολλῆς περιουσίας ἐπανελθών, καὶ αὐτὸς γνῷ, ὅση τοῦ Θεοῦ τῶν ὅλων ἡ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
