# Quaestiones in Octateuchum 77

Theodoretus, Quaestiones in Octateuchum, Page 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/77

νειαν· δέχεται δὲ καὶ τὰ σμικρὰ ὁ φιλάνθρωπος Κύριος, ἀποδεχόμενος τὸν τοῦ γινομένου σκοπόν. LXXXVI Πολλοὶ πρόφασιν ἀκολασίας ποιοῦνται τὸ τέτταρας ἐσχηκέναι γυναῖκας τὸν Ἰακώβ Τὸν σκοπὸν ἑκάστου τῶν γινομένων ἐξετάζειν προσήκει· οὕτω γὰρ κρίνοντες εὑρήσομεν καὶ Ἰακὼβ τὸν πατριάρχην, τὴν μὲν Ῥαχὴλ μνηστευσάμενον μόνην, παρὰ γνώμην δὲ συναφθέντα τῇ Λείᾳ. παραυτίκα γοῦν τῆς ἀπάτης αἰσθόμενος καὶ ἐδυσχέρανε καὶ τοῦ κηδεστοῦ κατεβόησε· τῇ δὲ Βαλλᾷ, οὐ διὰ φιληδονίαν, ἀλλὰ διὰ τὴν τῆς ὁμοζύγου παραμυθίαν ἐμίγη· τῆς γὰρ Ῥαχὴλ διὰ τὴν ἀπαιδίαν ἀνιωμένης καὶ ἀνοήτως λεγούσης· «δός μοι τέκνα, εἰ δὲ μή γε ἀποθανοῦμαι», ἐπέπληξε μὲν εὐσεβῶς ὁ πατριάρχης καὶ ἔδειξε τὸν τῆς φύσεως ποιητήν, καὶ ὅτι οὐ γάμος ἐστὶ παίδων δημιουργὸς ἀλλ' ὁ τοῦ γάμου νομοθέτης Θεός· ἔφη γὰρ πρὸς αὐτήν· «μὴ ἀντὶ Θεοῦ σοί εἰμι ἐγώ, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας»; ψυχαγωγῶν δὲ ὅμως αὐτήν, ἠνέσχετο τῆς αἰτήσεως, ᾔτησε αὐτὸν τῇ παιδίσκῃ μιγῆναι, ἵνα τὸ ἐξ αὐτῆς φυόμενον οἰκεῖον ἀποκαλέσῃ παιδίον. τοῦτο καὶ ἐπὶ τῆς Ζέλφας ἐγένετο· πάλιν γὰρ ἡ Λεία παυσαμένη τοῦ τίκτειν, ἠντιβόλησεν αὐτὸν εἰς ἐκείνην σπεῖραι τὴν ἄρουραν. ταῦτα φιληδονίαν μὲν οὐδεμίαν αἰνίττεται, τὴν δὲ τοῦ ἀνδρὸς ἐπιείκειαν δείκνυσι καὶ ὅπως τὰς γυναῖκας θεραπεύειν ἐσπούδαζε. πρὸς δὲ τούτῳ κἀκεῖνο σκοπητέον, ὅτι νόμος οὐδεὶς τηνικαῦτα ἦν τὴν πολυγαμίαν κωλύων, καὶ ὡς τρισολβίους ὑπελάμβανον τότε τοὺς πολλῶν παίδων γιγνομένους πατέρας· καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, αἱ θεῖαι μαρτυροῦσιν ἐπαγγελίαι· τῷ γὰρ Ἀβραὰμ ὁ τῶν ὅλων ἔφη Θεός· «ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἴδε τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς», καὶ ἐπήγαγεν· «οὕτως ἔσται τὸ σπέρμα σου». καὶ «ὡς

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
