# Quaestiones in Octateuchum 8

Theodoretus, Quaestiones in Octateuchum, Page 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/8

IV Ἀλλά, φασί τινες, χρῆναι λέγειν προϋπάρχειν οὐρανοῦ καὶ γῆς τοὺς ἀγγέλους· ἀγγέλων γάρ, φησί, οὐκ ὄντων πῶς ὁ τῶν ὅλων ὑμνεῖτο Θεός; Ἀλλ' οἱ ταῦτα λέγοντες ἀγνοοῦσιν ὡς καὶ ἀνάρχους αὐτοὺς καὶ ἀϊδίους οὗτος ὁ λόγος ποιεῖ· εἰ γὰρ ἐδεῖτο τῶν ὑμνούντων ὁ τῶν ὅλων Θεός, ἀεὶ δὲ τούτους εἶχεν ὑμνοῦντας, συναΐδιοι ἄρα οἱ ἄγγελοι τῷ τῶν ὅλων Θεῷ. εἰ δὲ οὐκ ἀεί, ἀλλ' ὅτε περ ἠβουλήθη τούτους ἐδημιούργησεν, ἦν ἄρα τις αἰών, ἐν ᾧπερ τοὺς ὑμνοῦντας οὐκ εἶχεν ὁ τῶν ὅλων Θεός. οὐκοῦν οὐ δεῖται τῶν ὑμνούντων ὁ δεσπότης Θεός· ἀνενδεῆ γὰρ ἔχει τὴν φύσιν· δι' ἀγαθότητα δὲ μόνην καὶ ἀγγέλοις, καὶ ἀρχαγγέλοις, καὶ πάσῃ τῇ κτίσει τὸ εἶναι δεδώρηται· ποίαν δὲ καὶ λειτουργίαν εἶχον πρὸ τῆς κτίσεως ὄντες, οὐδενὸς ὄντος τοῦ τῆς τούτων ὠφελείας προσδεομένου; ὅτι γὰρ εἰς τὴν τῶν ἀνθρώπων κηδεμονίαν ὑπουργοῦσι τῷ τῶν ὅλων Θεῷ, μάρτυς ὁ θεῖος ἀπόστολος βοῶν· «οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν»; οὐκοῦν εὔδηλον, ὡς ἡμεῖς μὲν τῆς ἐκείνων ἐπικουρίας δεόμεθα· ὁ δὲ Θεὸς ἥκιστα μέν τινος ἐνδεής, ἄβυσσος δὲ ὢν ἀγαθότητος, ἠβουλήθη καὶ τοῖς μηδαμῆ μηδαμῶς οὖσι μεταδοῦναι τοῦ εἶναι. ἀλλὰ γὰρ οἱ προϋπάρχειν οὐρανοῦ καὶ γῆς τοὺς ἀγγέλους ἰσχυριζόμενοι, ὡς ἰσχυρὸν ἡμῖν καὶ ἄμαχον προβάλλονται ἐκεῖνο τὸ παρὰ τοῦ Θεοῦ τῶν ὅλων πρὸς τὸν Ἰὼβ εἰρημένον· «ὅτε ἐποίουν ἄστρα, ᾔνεσαν με πάντες ἄγγελοί μου». καὶ οὐ συνορῶσιν, ὡς τῇ τετάρτῃ ἡμέρᾳ σὺν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ τὰ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
