# Quaestiones in Octateuchum 86

Theodoretus, Quaestiones in Octateuchum, Page 86. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/86

Ἔδει κατὰ τὴν πρόρρησιν τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην, τὸν Ἰακὼβ μετὰ τῶν παίδων καὶ τῶν ἐκγόνων εἰς τὴν Αἴγυπτον κατελθεῖν. εἰ δὲ τὰ κατὰ τὸν Ἰωσὴφ ἐγνώκει, πάντως ἂν αὐτὸν λύτρα πεπομφὼς ἐπανήγαγε. τούτου χάριν αὐτὸν ἀθυμοῦντα παρεῖδεν, ἵνα καὶ τὴν οἰκονομίαν πληρώσῃ καὶ θυμηρεστέραν αὐτῷ μετὰ ταῦτα τὴν ζωὴν καταστήσῃ· καὶ αὐτὸς δὲ ὁ Ἰωσὴφ τοῦ Θεοῦ τὴν οἰκονομίαν διδάσκει τοὺς ἀδελφούς· «εἰς γὰρ ζωήν, φησίν, ἀπέσταλκέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, τοῦ διαθρέψαι λαὸν πολύν». καὶ ὁ Δαβὶδ ταῦτά φησι· «καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν, ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ἰωσήφ», καὶ τὰ ἑξῆς. εἰ δὲ ὁ πατριάρχης τοῦ παιδὸς τὴν δουλείαν ἐγνώκει, πάντως ἂν αὐτὸν ἐλυτρώσατο· λυτρωθεὶς δὲ οὐκ ἂν δεσμωτήριον ᾤκησεν· εἰ δὲ μὴ τοῦτο ἐγεγόνει, οὐκ ἂν τοὺς ὀνείρους τοῖς οἰκέταις ἐκείνοις ἡρμήνευσεν· μὴ ἑρμηνεύσας δὲ γνώριμος οὐκ ἂν ἐγεγόνει τῷ Φαραώ· γνώριμος δὲ μὴ γενόμενος, οὐκ ἂν τὴν διὰ τῶν ὀνείρων ἐσαφήνισε πρόρρησιν. τοῦτο δὲ μὴ δεδρακώς, οὐκ ἂν ἐπιστεύθη τῆς Αἰγύπτου τὰς ἡνίας· τῆς Αἰγύπτου δὲ μὴ παραλαβὼν τὴν ἀρχήν, οὐκ ἂν τὸν πατριάρχην μετὰ τοῦ γένους ἤγαγεν εἰς τὴν Αἴγυπτον. ἐκ τοῦ τέλους οὖν γίνεται δῆλος τῆς θείας οἰκονομίας ὁ σκοπός. CII Οὐκοῦν οὐκ ἐξήμαρτον οἱ ἀδελφοὶ οἰκονομίᾳ ὑπουργήσαντες θείᾳ; Τὸ μὲν ἐκείνων ἔργον βασκανίας καὶ φθόνου, σοφὸς δὲ ὢν ὁ Θεός, τῇ πο-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
