# Quaestiones in Octateuchum 88

Theodoretus, Quaestiones in Octateuchum, Page 88. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/88

γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ. ἕνεκεν τούτου ἐπῆλθεν ἐφ' ἡμᾶς ἡ θλῖψις αὕτη». καὶ ὁ Ῥουβὴν δὲ εἰς καιρὸν ἐπάγει τὸν ἔλεγχον· «εἶπε, γάρ φησιν, αὐτοῖς· οὐκ ἐλάλησα ὑμῖν, λέγων, μὴ ἀδικήσητε τὸ παιδάριον, καὶ οὐκ εἰσηκούσατέ μου; καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται». ἐντεῦθεν ἐστι γνῶναι σαφῶς τὸ ἀκλινὲς τοῦ συνειδότος κριτήριον· τῆς γὰρ πρὸ δύο καὶ εἴκοσι ἐτῶν γεγενημένης ἀναμιμνῄσκει παρανομίας. CVI Διὰ τί τῷ Ῥουβὴν οὐκ ἐθάρρησε δοῦναι τὸν Βενιαμὶν ὁ πατήρ; Ὕποπτος ἦν αὐτῷ διὰ τὴν παράνομον συνουσίαν καὶ τῆς εὐνῆς παροινίαν· ἠγνόει δὲ καὶ ὅσην ὑπὲρ τοῦ Ἰωσὴφ εἰσενηνόχει σπουδήν. CVII Τί ἐστιν «οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ»; Αὐξῆσαι τῆς δοκούσης κλοπῆς τὸ ἔγκλημα βουληθέντες, μαντείας ὄργανον τὸ ποτήριον ὀνομάζουσι· τοῦτο δὲ καὶ αὐτὸς ἔφη Ἰωσήφ· «οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ἄνθρωπος οἷος ἐγώ»; ταῦτα δὲ ἔλεγεν, οὐ μαντείᾳ καὶ οἰωνοῖς κεχρημένος, ἀλλὰ πρὸς τὴν προκειμένην ὑπόθεσιν σχηματίζων τοὺς λόγους· ἄξιον δὲ αὐτοῦ θαυμάσαι τῶν λόγων τὸ ἀκριβές. οὐδὲ ἀδελφοὺς γὰρ ὑποκρινόμενος ἠνέσχετο ἑαυτῷ τὸν οἰωνισμὸν περιθεῖναι, ἀλλ' ἄλλῳ τινὶ τὴν αὐτὴν πεπιστευμένῳ ἀρχήν· οὐ γὰρ εἶπεν οἰωνίζομαι, ἀλλ' «οἰωνισμῷ οἰωνιεῖται ἄνθρωπος οἷος ἐγώ».

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
