# Quaestiones in Octateuchum 9

Theodoretus, Quaestiones in Octateuchum, Page 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/9

ἄστρα παρήγαγεν ὁ τῶν ὅλων Θεός. εἰκὸς δὲ τοὺς ἀγγέλους σὺν οὐρανῷ δημιουργηθῆναι καὶ γῇ, ἵνα καὶ τὸ φῶς ὁρῶντες ἐξ οὐδενὸς ὑποκειμένου δημιουργούμενον, καὶ τὸ στερέωμα ἐν μέσῳ τοῦ ὕδατος συμπηγνύμενον, καὶ τὴν ὑγρὰν οὐσίαν χωριζομένην τῆς γῆς, καὶ τὴν γῆν ἅμα τῷ θείῳ λόγῳ παντοδαπῶς διακοσμουμένην βλαστήμασι καὶ τ' ἄλλα πάντα πρὸς τὸ θεῖον γινόμενα βούλημα, γνῶσι δι' ὧν ὁρῶσιν, ὡς καὶ αὐτοὶ κτιστὴν ἔχουσι τὴν φύσιν παρ' αὐτοῦ τὸ εἶναι δεξάμενοι. καὶ γὰρ ὁ θεῖος ἀπόστολος τῷ κόσμῳ αὐτοὺς συζεύγνυσι λέγων «θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις». ἐγὼ δὲ τοῦτο οὐκ ἀποφαινόμενος λέγω· τολμηρὸν γὰρ ἀποφαντικῶς οἶμαι λέγειν, περὶ ὧν ἡ θεία διαρρήδην οὐ λέγει γραφή· ἀλλ' ὅπερ τοῖς εὐσεβέσι λογισμοῖς ἁρμόττειν ὑπέλαβον, εἴρηκα. ἐκεῖνο μέντοι ἀναγκαῖον εἰδέναι, ὡς ἅπαντα τὰ ὄντα, πλὴν τῆς ἁγίας τριάδος, κτιστὴν ἔχει τὴν φύσιν. συνομολογουμένου δὲ τούτου, τῷ τῆς εὐσεβείας οὐ λυμαίνεται λόγῳ, τὸ πρὸ οὐρανοῦ καὶ γῆς γεγενῆσθαι λέγειν τῶν ἀγγέλων τοὺς δήμους. τὸ δὲ λογομαχεῖν «εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων», ἀπαγορεύει διαρρήδην ὁ θεῖος ἀπόστολος. V Εἰ ἦν ἡ γῆ, πῶς ἐγένετο; λέγει γὰρ ὁ συγγραφεύς· «ἡ δὲ γῆ ἦν» Ἠλίθιον καὶ ἄγαν ἀνόητον τὸ ἐρώτημα· ὁ γὰρ εἰπών· «ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», οὐκ ἀΐδιον ἔφη τὴν γῆν, ἀλλὰ μετὰ τὸν οὐρανόν, ἢ σὺν τῷ οὐρανῷ δεξαμένην τὸ εἶναι. ἄλλως τε οὐδὲ ἀπολύτως εἶπεν ὁ συγγραφεύς· «ἡ δὲ γῆ ἦν», ἀλλὰ τὸ ἑξῆς συναρμόσας, «ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκα-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
