# Quaestiones in Octateuchum 91

Theodoretus, Quaestiones in Octateuchum, Page 91. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/91

ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησε καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ». δέδωκε δὲ αὐτῷ καὶ κλῆρον διπλοῦν· «Ἐφραΐμ, γάρ φησι, καὶ Μανασσῆς ὡς Ῥουβὴν καὶ Συμεὼν ἔσονταί μοι». προφητικῶς δὲ προτέταχε τοῦ Μανασσῆ τὸν Ἐφραΐμ· καὶ γὰρ τοῦ Ἰωσὴφ ὡς πρωτοτόκῳ τῷ Μανασσῇ τὰ πρεσβεῖα φυλάξαντος καὶ κατὰ τάξιν ἑκάτερον στήσαντος, ἐναλλάξας ὁ πατριάρχης τὰς χεῖρας ἐπιτέθεικε τῷ νεωτέρῳ τὴν δεξιάν, τὴν εὐώνυμον δὲ τῷ πρεσβυτέρῳ. εἶτα νομίσας ὁ Ἰωσὴφ ἐξ ἀγνοίας δεδρακέναι τοῦτο τὸν Ἰακὼβ καὶ τοπάσας τοῦ πάθους εἶναι τῶν ὀφθαλμῶν τὴν αἰτίαν, καὶ εἰρηκώς· «οὐχ οὕτως, πάτερ, οὗτος γάρ ἐστιν ὁ πρεσβύτερος», ἤκουσεν· «οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαόν, καὶ οὗτος ὑψωθήσεται, ἀλλ' ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται». ἐπισημαντέον δὲ ὅτι πανταχοῦ τῶν πρωτοτόκων οἱ μετ' αὐτοὺς προτιμῶνται· καὶ γὰρ τοῦ Κάϊν προεκρίθη ὁ Ἄβελ, καὶ τοῦ Ἰάφεθ ὁ Σὴμ δεύτερος ὤν· «ἀδελφός, γάρ φησιν, Ἰάφεθ τοῦ μείζονος». καὶ τοῦ Ἰσμαὴλ ὁ Ἰσαὰκ καὶ τοῦ Ἡσαῦ ὁ Ἰακὼβ καὶ τοῦ Ῥουβὴν καὶ Ἰούδα ὁ Ἰωσὴφ καὶ τοῦ Μανασσῆ ὁ Ἐφραΐμ. τοῦτο καὶ ἐν τοῖς μετὰ ταῦτα εὕροι τις ἄν. καὶ γὰρ τοῦ Ἀαρὼν ὁ Μωϋσῆς προετάχθη, καὶ Δαβὶδ νεώτατος ὢν τῶν ἑπτὰ ἀδελφῶν. ὁ μέντοι πατριάρχης Ἰακὼβ ἐδίδαξε διὰ τῆς προρρήσεως τῆς ταφῆς τὴν αἰτίαν· «ἰδού, γάρ φησιν, ἐγὼ ἀποθνῄσκω, καὶ ἔσται ὁ Θεὸς μεθ' ὑμῶν καὶ ἀποστρέψει ὑμᾶς εἰς τὴν γῆν τῶν πατέρων ἡμῶν». CXII Πῶς εὐλογῆσαι λέγεται τοὺς παῖδας ὁ Ἰακὼβ ἐνίοις ἐπαρασάμενος;

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
