# Quaestiones in Octateuchum 92

Theodoretus, Quaestiones in Octateuchum, Page 92. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/92

Οὔτε ἀραί εἰσιν, οὔτε εὐλογίαι, ἀλλὰ προρρήσεις οἱ τελευταῖοι τοῦ πατριάρχου λόγοι· «συνάχθητε, γάρ φησιν, ἵνα ἀπαγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ' ἐσχάτων τῶν ἡμερῶν». ἐμνήσθη δὲ καὶ τῶν παρ' ἐνίων γεγενημένων· οὐκ ἐπειδὴ δίκας οἱ παῖδες εἰσεπράττοντο τῶν πατρικῶν ἁμαρτημάτων, ἀλλὰ σχηματίζων εἰς ἀρὰν καὶ εὐλογίαν τοὺς λόγους, εἰς κοινὴν τῶν ἐντευξομένων ὠφέλειαν. καὶ τῷ μὲν Ῥουβὴν αὐθάδειαν ἐπιμέμφεται καὶ θρασύτητα καὶ τὴν εἰς τὴν πατρῴαν εὐνὴν παροινίαν· οὗ δὴ χάριν ὀλίγους αὐτοῦ γεγενῆσθαι τοὺς ἀπογόνους προλέγει· τοῦτο γὰρ δηλοῖ τό «ὡς ὕδωρ μὴ ἐκζέσῃς», ἀντὶ τοῦ, μὴ θερμανθείης εἰς πολυγονίαν. νεμεσᾷ δὲ καὶ τῷ Συμεὼν καὶ τῷ Λευῒ τῶν σικημιτῶν ἄδικον ὄλεθρον ὀδυρόμενος καὶ εὔχεται μηδεμίαν κοινωνίαν εἰς τὴν παρανομίαν ἔχειν ἐκείνην. ἐπαρᾶται μέντοι οὐκ αὐτοῖς, ἀλλὰ τοῖς πονηροῖς αὐτῶν πάθεσι, τῇ ὀργῇ τῇ μήνιδι· ἐπιθυμίαν δὲ τὴν ὀργὴν ἐκάλεσεν· ἐκ ταύτης γὰρ καὶ ἡ ὀργὴ τὴν ἐτυμολογίαν ἔχει· ὀρέγεται γὰρ ὁ ὀργιζόμενος ἀμύνασθαι τὸν ἐχθρόν· καὶ αὕτη δὲ ἡ τιμωρία πρόρρησις ἦν· «διαμεριῶ γὰρ αὐτούς, φησίν, ἐν Ἰακὼβ καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ». ἀλλ' ἡ τοῦ Λευῒ φυλὴ διὰ τὴν ἄκραν διεσπάρη τιμήν, ὥστε γὰρ ἑκάστῃ φυλῇ συνεῖναι λευΐτας καὶ ἱερέας, καὶ τὴν παρ' αὐτῶν ὠφέλειαν καρποῦσθαι. οὐκ ἔλαβον ἴδιον κλῆρον, ἀλλ' ἐν ἑκάστῃ φυλῇ τινες αὐτοῖς ἀπενεμήθησαν πόλεις, καὶ τῆς προαστείου γῆς ὡρισμένος πήχεων ἀριθμός. καὶ ἡ τοῦ Συμεὼν δὲ φυλὴ οὐκ εἶχε κλῆρον κεχωρισμένον, ἀλλὰ κατὰ τὴν τοῦ πατριάρχου πρόρρησιν, μεταξὺ τῶν ἄλλων διεσπάρη φυλῶν. τοῦ δὲ Ἰούδα πολλοὺς ἐπαίνους διέξεισιν· «Ἰούδα, σὲ

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
