# Quaestiones in Octateuchum 97

Theodoretus, Quaestiones in Octateuchum, Page 97. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/97

γενηθήτω Δὰν ὄφις ἐφ' ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, τὴν σωτηρίαν περιμένων Κυρίου»· ἐπειδὴ γὰρ ἀπάταις παντοδαπαῖς κεχρημένος, πειρᾶται τοὺς φενακιζομένους ἀγρεύειν εἰς ὄλεθρον, ὄφει τινὶ αὐτὸν ἀπεικάζει παρά τινα τρίβον φωλεύοντι καὶ τοῖς παριοῦσι λυμαινομένῳ· ἵππον δὲ οἶμαι καλεῖν αὐτὸν τὸ σῶμα, ἐπιβάτην δὲ τὴν ψυχήν· τὸ δὲ εἰς τοὐπίσω πεσεῖν, τουτέστιν ὕπτιον κεῖσθαι, τὸν θάνατον παραδηλοῖ· τοιοῦτο γὰρ τῶν τεθνεώτων τὸ σχῆμα. διὰ δὲ τῆς πτέρνης τὴν ἀπάτην ᾐνίξατο· ἐπειδὴ γὰρ τοὺς μὲν ἐξαπατᾷ, τοῖς δὲ παγχαλέπας ἐπιφέρει κολάσεις, διὰ τοῦ ἵππου τὸ σῶμα δεδήλωκεν, οὗ δακνομένου καὶ διαφθειρομένου ὁ θάνατος γίνεται, τοὺς τῆς ἐλπίδος τοῖς ὑπομένουσι κομίζων καρπούς· καρπὸς δὲ τῆς τοιαύτης ἐλπίδος ἡ σωτηρία. προλέγει καὶ τῷ Γὰδ τὰς ἐσομένας αὐτῷ παρὰ τῶν λῃστρικῶν ἐφόδων ἐπιβουλάς· τοῦτο γὰρ λέγει· «πειρατήριον πειρατεύσει αὐτόν». προαγορεύει δὲ καὶ τὴν ἐσομένην αὐτοῦ νίκην· «καὶ αὐτός, γάρ φησι, πειρατεύσει αὐτὸν κατὰ πόδας»· ὡσαύτως δὲ καὶ τοῦ Ἀσὴρ τὴν σιτοφόρον χώραν, καὶ τοῦ Νεφθαλεὶμ τὴν εἰς πλῆθος ἐπίδοσιν· τοῦτο γὰρ ἔφη· «στέλεχος ἀνειμένον ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος». εἶτα τοῦ Ἰωσὴφ τὸν φθόνον καὶ τὰς παντοδαπὰς ἐπιδείξας ἐπιβουλὰς τὴν θείαν ὑμνεῖ κηδεμονίαν, δι' ἧς τοὺς πεπολεμηκότας νενίκηκε· «συνετρίβη, γάρ φησι, μετὰ κράτους τὰ τόξα αὐτῶν καὶ ἐξελύθη νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνατοῦ Ἰακώβ. ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ Θεοῦ τοῦ πατρός σου· καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμὸς καὶ εὐλόγησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα. ἕνεκεν εὐλογίας μασθῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου, ὑπερίσχυσας ὑπὲρ εὐλογίας ὀρέων μονί-

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
