# Quaestiones in Octateuchum 99

Theodoretus, Quaestiones in Octateuchum, Page 99. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quaestiones-in-octateuchum/99

φὴν τῇ οἰκουμένῃ διέδωκε. ταῦτα τοῦ Ἰακὼβ εἰρηκότος, καὶ τὴν οἰκείαν τελευτὴν μεμηνυκότος, ὁ συγγραφεὺς ἔφη· «καὶ ἐξάρας τοὺς πόδας ἐπὶ τὴν κλίνην ἐξέλιπε καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ»· διὰ δὲ τούτων τῶν λόγων ᾐνίξατο τὴν ἐλπίδα τῆς ἀναστάσεως· εἰ γὰρ παντάπασι διεφθείροντο καὶ μὴ εἰς ἕτερον μετέβαινον βίον, οὐκ ἂν εἶπε, «προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ». τοῦτο δὲ καὶ πρὸς τὸν Ἀβραὰμ αὐτὸς ὁ τῶν ὅλων ἔφη Θεός· «σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ τραφεὶς ἐν γήρει καλῷ». ἐντεῦθεν καὶ ὁ Κύριος τὴν τῶν σαδδουκαίων ἀπιστίαν διήλεγξεν εἰρηκώς· «ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ οὐκ ἀνέγνωτε· ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων».

---

Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg022.local001/.
