# Quod unicus filius sit dominus noster Jesus Christus (ex epistula 151) 83.1437

Theodoretus, Quod unicus filius sit dominus noster Jesus Christus (ex epistula 151), Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/quod-unicus-filius-sit-dominus-noster-jesus-christus-ex-epistula-151/83.1437

τῆς ὑπὸ τῶν ἁγίων ἀποστόλων τετριμμένης ὁδοῦ, οὕτω καὶ τοὺς μίαν λέγοντας γεγενῆσθαι φύσιν τὴν θεότητα τοῦ Μονογενοῦς καὶ τὴν ἀνθρωπότητα, εἰς τὸν ἕτερον κρημνὸν ἀποκλίνειν φαμέν. Ταῦτα φρονοῦμεν, ταῦτα κηρύττομεν ὑπὲρ τούτων ἀγωνιζόμεθα τῶν δογμάτων. Ὅτι δὲ συκοφαντοῦσιν οἱ δύο λέγοντες πρεσβεύειν ἡμᾶς υἱοὺς, βοᾷ τῶν πραγμάτων ἡ μαρτυρία· τοὺς γὰρ τῷ παναγίῳ προσιόντας βαπτίσματι τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν διδάσκομεν· καὶ τὸ τῆς παλιγγενεσίας ἐπιτελοῦντες μυστήριον, βαπτίζομεν τοὺς πιστεύοντας εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ἑνικῶς ἑκάστην προσηγορίαν προσφέροντες, καὶ μέντοι καὶ ταῖς ἐκκλησίαις διηνεκῶς λειτουργοῦντες, δοξάζειν εἰώθαμεν τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα· οὐχ υἱοὺς, ἀλλ' Υἱόν. Εἰ τοίνυν δύο φαμὲν υἱοὺς, τίς ὁ παρ' ἡμῶν δοξαζόμενος, καὶ τίς ὁ μένων ἀγέραστος; Οὐ γὰρ εἰς τοσοῦτον μανίας ἐληλάκαμεν, ὥστε δύο μὲν λέγειν υἱοὺς, μηδεμιᾶς δὲ τιμῆς τὸν ἕτερον ἀξιοῦν. Δήλη τοιγαροῦν κἀντεῦθεν ἡ συκοφαντία γεγένηται· ἡμεῖς γὰρ ἕνα προσκυνοῦμεν Υἱὸν μονογενῆ τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον· τὴν ἁγίαν δὲ Παρθένον Θεοτόκον ἀποκαλοῦμεν, ἐπειδὴ τὸν Ἐμμανουὴλ γεγέννηκεν, ὃς ἑρμηνεύεται, Μεθ' ἡμῶν ὁ Θεός. Ὁ δὲ περὶ τοῦ Ἐμμανουὴλ προαγορεύσας προφήτης μετ' ὀλίγα πάλιν τοιαῦτα περὶ αὐτοῦ γέγραφεν, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος.» Εἰ δὲ Θεὸς ἰσχυρὸς τὸ τεχθὲν ὑπὸ τῆς Παρθένου προσηγόρευται βρέφος, εἰκότως ἄρα ἡ τεκοῦσα Θεοτόκος ὠνόμασται· μετέλαχε γὰρ ἡ τεκοῦσα τῆς τοῦ τεχθέντος τιμῆς, καὶ ἔστιν ἡ Παρθένος καὶ μήτηρ, ὡς ἀνθρώπου, τοῦ Δεσπότου Χριστοῦ, καὶ δούλη πάλιν, ὡς Δεσπότου καὶ Ποιητοῦ καὶ Θεοῦ. Διὰ ταύτην τῶν φωνῶν τὴν διαφορὰν καὶ ἀπάτωρ ὑπὸ τοῦ θεσπεσίου Παύλου καὶ ἀμήτωρ καλεῖται καὶ ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων. Ἀπάτωρ μὲν γάρ ἐστι κατὰ τὸ ἀνθρώπινον· ἐκ μόνης γὰρ, ὡς ἄνθρωπος, ἐτέχθη μητρός· ἀμήτωρ δέ ἐστιν, ὡς Θεός· ἐκ μόνου γὰρ ἐκ τῶν αἰώνων ἐγεννήθη Πατρός· καὶ ἀγενεαλόγητος πάλιν ὡς Θεὸς, ἀλλὰ καὶ γενεαλογεῖται ὡς ἄνθρωπος. «Βίβλος γὰρ, φησὶ, γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ.» Γενεαλογεῖ δὲ αὐτὸν καὶ Λουκᾶς ὁ θεσπέσιος. Οὕτω πάλιν, ὡς Θεὸς, ἀρχὴν ἡμερῶν οὐκ ἔσχε, πρὸ γὰρ τῶν αἰώνων γεγέννηται· οὔτε μὴν ζωῆς τέλος ἔχει, ἀθάνατον γὰρ ἔχει καὶ ἀπαθῆ τὴν φύσιν. Ὡς δὲ ἄνθρωπος καὶ ἀρχὴν ἔσχεν ἡμερῶν· ἐπὶ γὰρ Αὐγούστου Καίσαρος ἐγεννήθη· καὶ ζωῆς τέλος ἔσχεν· ἐπὶ γὰρ Τιβερίου Καίσαρος ἐσταυρώθη. Ἀλλὰ νῦν, ὡς ἔφην, καὶ τὴν ἀνθρωπείαν φύσιν ἀθάνατον ἔχει, καὶ ὡς ἀνελήφθη πάλιν ἥξει

---

Theodoretus Scr. Eccl. et Theol., Quod unicus filius sit dominus noster Jesus Christus (ex epistula 151). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg035.local001/.
