Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Quod unicus filius sit dominus noster Jesus Christus (ex epistula 151) 83.1440
Not analysed yet
κατὰ τὴν τῶν ἀγγέλων φωνήν. «Οὗτος γὰρ, ἔφησαν, ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.» Ταύτην ἡμῖν τὴν διδασκαλίαν οἱ θεῖοι προφῆται προσήνεγκαν, ταύτην ὁ τῶν ἁγίων ἀποστόλων χορός· ταύτην οἱ κατὰ τὴν ἑῴαν καὶ τὴν Ἑσπέραν διαπρέψαντες ἅγιοι· Ἰγνάτιος ἐκεῖνος ὁ πολυθρύλλητος, ὁ διὰ τῆς τοῦ μεγάλου Πέτρου δεξιᾶς τὴν ἀρχιερωσύνην δεξάμενος, καὶ ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας θηρῶν γενόμενος ἀγρίων βορά· Εὐστάθιος ὁ μέγας, ὁ τῆς συναθροισθείσης συνόδου πρωτεύσας καὶ διὰ τὸν θερμὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον τὴν ὑπερορίαν οἰκήσας. Ταύτην Μελέτιος ὁ πάνυ μετὰ τῶν ἴσων παθημάτων ἐκήρυξε· τρὶς γὰρ καὶ αὐτὸς ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἐξηλάθη τῆς ποίμνης· ταύτην Φλαβιανὸς ὁ τὸν ἐκεῖ θρόνον διακοσμήσας· ταύτην Ἐφραῒμ ὁ θαυμάσιος τὸ τῆς θείας χάριτος ὄργανον, τῇ Σύρων γλώττῃ χρησάμενος, ἀνάγραπτον ἡμῖν τὴν ὠφέλειαν κατέλιπε. Ταῦτα Κυπριανὸς ὁ πανεύφημος ὁ τὴν Καρχηδόνα καὶ τὴν Λιβύην ἅπασαν κυβερνήσας, καὶ τὸν διὰ πυρὸς ὑπὲρ Χριστοῦ καταδεξάμενος θάνατον· καὶ Δάμασος ὁ τὴν μεγάλην Ῥώμην ἰθύνας, καὶ Ἀμβρόσιος ὁ Μεδιολάνου τὸν θρόνον κοσμήσας, τῇ Ῥωμαίων γλώττῃ καὶ κηρύττοντες καὶ συγγράφοντες διετέλεσαν. Ταῦτα τῆς Ἀλεξανδρέων οἱ μεγάλοι φωστῆρες, Ἀλέξανδρος καὶ Ἀθανάσιος, καὶ ὁμοφρονοῦντες, τοὺς παρὰ πάντων ᾀδομένους κινδύνους ὑπέμειναν. Ταύτην καὶ οἱ τῆς βασιλευούσης πόλεως μεγάλοι διδάσκαλοι τὴν πόαν τοῖς ποιμνίοις προσήνεγκαν, Γρηγόριος ὁ λαμπρὸς τῆς εὐσεβείας συνήγορος, Ἰωάννης ὁ τῆς οἰκουμένης διδάσκαλος, Ἀττικὸς ὁ τὴν ἐκείνων προεδρίαν καὶ διδασκαλίαν δεξάμενος. Τούτοις Βασίλειος ὁ φανότατος τῆς εὐσεβείας λαμπτὴρ, καὶ Γρηγόριος ὁ τοὺς αὐτοὺς ἐκείνῳ γεννήτορας αὐχήσας, καὶ Ἀμφιλόχιος ὁ δι' ἐκείνου τῆς ἀρχιερωσύνης τὸ δῶρον λαβὼν, οὐ μόνον τοῖς ἐπ' αὐτῶν ἀνθρώποις τὴν διδασκαλίαν προσήνεγκαν, ἀλλὰ καὶ ἡμῖν διὰ τῶν συγγραμμάτων τὴν ὠφέλειαν κατέλιπον. Ἀλλὰ γὰρ ἐπιλείψει με ἡ ἡμέρα Πολύκαρπον καὶ Εἰρηναῖον, καὶ Μεθόδιον, καὶ Ἱππόλυτον, καὶ τοὺς ἄλλους τῆς Ἐκκλησίας διδασκάλους ἀπαριθμούμενον. Συντόμως τοίνυν φαμὲν, ὡς ἡμεῖς τοῖς θείοις λογίοις ἀκολουθοῦμεν καὶ τούτοις ἅπασι τοῖς ἁγίοις. Διὰ γὰρ τῆς τοῦ Πνεύματος χάριτος εἰς τὸ τῆς θεοπνεύστου Γραφῆς καταδύντες βάθος, αὐτοὶ δὲ τὴν αὐτῆς διάνοιαν ἔγνωσαν, καὶ τοῖς μαθεῖν βουλομένοις δήλην ταύτην ἀπέφηναν. Οὐδὲ γὰρ ἡ διαφορὰ τῶν γλωττῶν διαφορὰν δογμάτων εἰργάσατο· κρουνοὶ γὰρ ἦσαν τῆς τοῦ θείου Πνεύματος χάριτος, ἐκ μιᾶς πηγῆς τὸ νᾶμα δεχόμενοι.