# Epitome catholicae Herodiani [Sp.] (fort. auctore quodam Theodosio Byzantio) 204

Theodosius, Epitome catholicae Herodiani [Sp.] (fort. auctore quodam Theodosio Byzantio), Page 204. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodosius-gramm/epitome-catholicae-herodiani-sp-fort-auctore-quodam-theodosio-byzantio/204

δύο, μακρός – καὶ βραχύς ⏑, πνεύματα δύο, δασύ ҅ καὶ ψιλή ҆· τόνοι τρεῖς, ὀξεῖα ´, βαρεῖα ` καὶ ἡ περισπωμένη ῀. Ταῦτα τοιγαροῦν ἄνευ ἀλλήλων οὐκ ἐκφωνεῖται, οἷον ὁ Ἥλιος ὄνομα ἔχει καὶ χρόνον μακρὸν τὸ Η καὶ πνεῦμα δασὺ καὶ τόνον τὴν ὀξεῖαν. Ἰδοὺ καὶ τόνος καὶ χρόνος καὶ πνεῦμα. Ἰστέον δέ, ὅτι τόνος χωρὶς πνεύματος ἐκφέρεται καὶ πνεῦμα χωρὶς τόνου· ἄνευ δὲ χρόνου οὔτε τόνος οὔτε πνεῦμά ἐστιν, ὥσπερ οὐδὲ χρόνος χωρὶς τόνου· οὐκ ἔστι δὲ συλλαβὴ μὴ ἐπιδεχομένη τόνον κατὰ τοὺς παλαιοὺς τῶν γραμματικῶν· συνεζευγμένα οὖν ὀνομάζει τοὺς τόνους, τοὺς χρόνους, τὰ πνεύματα, ὅτι καὶ τὸν τῆς προσῳδίας ὅρον ἐπιδέχονται καὶ προσῳδίαι καλοῦνται. Τὸ δὲ ἤτοι κατὰ συνήθειαν διαλέκτου ὁμολογουμένη, ἤτοι κατὰ τὸν ἀναλογητικὸν ὅρον καὶ λόγον εἰπὼν τοὺς τρόπους διδάσκει καθὼς καὶ προσῳδίαι ἐκφέρονται. Καὶ γάρ, φησίν, ἢ κατὰ διάλεκτον προάγονται ἢ κατὰ ἀναλογίαν καὶ κανόνα· ἀναλογίαν δέ φημι τὴν τῶν ὁμοίων παράθεσιν, οἷον τὸ μὲν ὁμοῖος κατὰ ἀναλογίαν ἐκφέρεται· τὰ γὰρ διὰ τοῦ οιος ἅπαντα προπερισπῶμεν, τὸ ἑτεροῖος, γελοῖος, παντοῖος· διὰ τοῦτο καὶ Ὅμηρος τῇ ἀναλογίᾳ χρησάμενος ἔφη· ὡς ἀεὶ τὸν ὁμοῖον ἄγει θεὸς εἰς τὸν ὁμοῖον· οἱ δὲ Ἀττικοὶ ὅμοιος λέγουσι· καὶ πάλιν ἡμεῖς μὲν ἀναλόγως τρόπαιον λέγομεν, ὡς ἔλαιον, σπήλαιον, οἱ δὲ Ἀττικοὶ τροπαῖον. Καὶ τὸ Ἀχιλλεύς καὶ τὸ Πηλεύς καὶ τὰ ὅμοια ἡμεῖς μὲν ὀξύνομεν, οἱ δ' Αἰολεῖς βαρύνουσιν. Οὕτω καὶ τὸ εἱρκτή οἱ μὲν Ἀττικοὶ δασύνουσιν, ἡμεῖς δὲ ψιλοῦμεν. Καὶ τὸ Ἀπόλλων ἡμεῖς μὲν ἀναλόγως τὸ α συστέλλομεν, οἱ δ' Ἀττικοὶ ἐκτείνουσιν ὡς τὸ Ἀπόλλωνι ἄνακτι τὸν ἠΰκομος τέκε Λητώ. Ἰστέον, ὅτι οὐ τοὺς τόνους μόνους ὡρίσατο καὶ τούτους προσῳδίας ἐκάλεσεν, ὥς τισιν ἔδοξε πλανηθεῖσιν ἐκ τοῦ εἰπεῖν ποιὰ τάσις, ἀλλὰ καὶ τοὺς χρόνους καὶ τὰ πνεύματα. Καὶ γὰρ οἱ χρόνοι τάσιν ἔχουσι καθὸ ὁ

---

Theodosius Gramm., Epitome catholicae Herodiani [Sp.] (fort. auctore quodam Theodosio Byzantio). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2020.tlg005.local001/.
