Ancient Greek
Page 205
Theodosius Gramm., Epitome catholicae Herodiani [Sp.] (fort. auctore quodam Theodosio Byzantio) 205
Not analysed yet
μὲν ἐκτείνεται, ὁ δὲ συστέλλεται, καὶ τὰ πνεύματα δὲ ἐπεὶ τὸ μὲν ἐκ τοῦ θώρακος πρόεισιν ἐπιτεταμένως, τὸ δὲ ἐξ ἄκρων χειλέων συνεσταλμένως· ἀλλ' ἐπεὶ τὸν τῆς προσῳδίας ὅρον ὡς οἷόν τε ἐξηγησάμεθα φέρε εἰς πόσα διαιρεῖται ἡ προσῳδία εἴπωμεν. Ποσαχῶς ἡ διαίρεσις διαιρεῖται τοίνυν ἡ προσῳδία εἰς τέσσαρα, εἰς τόνους, εἰς χρόνους, εἰς πνεύματα καὶ εἰς πάθη. Ζητεῖται κατὰ ποῖον τρόπον τῆς διαιρέσεως διαιρεῖται ἡ προσῳδία εἰς τέσσαρα. Ὀκταχῶς γὰρ γίνεται ἡ διαίρεσις. Ἔστι γὰρ ἀπὸ γένους εἰς εἴδη, ὡς τὸ ζῶον εἰς ἄνθρωπον καὶ ἵππον, ἢ τὸ φυτὸν ἡ ἐλαία καὶ ἄμπελος, ἢ ἀπὸ εἴδους εἰς ἄτομα, ὡς ἄνθρωπος εἰς τοὺς κατὰ μέρος ἀνθρώπους, ἢ ἀπὸ ὅλου εἰς μέρη καὶ αὕτη διχῶς· ἢ γὰρ ὁμοιομερῆ ἢ εἰς ἀνομοιομερῆ· εἰς ὁμοιομερῆ μέν, ὅταν καὶ τοῦ ὀνόματος ὅλου ἀλλήλων μετέχουσι τὰ μέρη καὶ τοῦ μερισμοῦ, οἷον ὁ μέγας λίθος τέμνεται εἰς μικρὰ λιθίδια, ἅτινα καὶ τοῦ ὅλου λίθου τὸ ὄνομα καὶ ἀλλήλων ἔχει καὶ τὸν ὁρισμόν· εἰς ἀνομοιομερῆ δέ, ὡς ὅταν τὴν κεφαλὴν εἰς ὦτα, εἰς ῥῖνα, εἰς ὀφθαλμούς· ταῦτα γὰρ οὔτε ἀπὸ τοῦ ὅλου ὀνόματος λέγονται οὔτε ἀλλήλων, οὔτε τὸν αὐτὸν ὁρισμὸν τοῦ ὅλου ἢ ἀλλήλων ἐπιδέχονται, κ. τ. λ.